Ἰουλίου ΙΒ’ (12η)

Τῇ ΙΒ’ (12ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΡΟΚΛΟΥ καὶ ΙΛΑΡΙΟΥ.

Εἰς τὸν Πρόκλον·

Καὶ γυμνὸς ὢν ἤνεγκεν ὁ Πρόκλος βέλη,
Ἔνδον γὰρ εἶχε τὸν Θεὸν πανοπλίαν.

Εἰς τὸν Ἱλάριον·

Ἱλάριος πάντιμον ἐκτμηθεὶς κάραν,
Ἀθλήσεως πάντιμον εὕρατο στέφος.
Δωδεκάτῃ βέλος εἷλε Πρόκλον ξίφος Ἱλάριόν τε.

Τὸ ἑλληνικὸν τούτων μαρτύριον οὗ ἡ ἀρχή: «Ἐγένετο ἐπὶ Μαξιμιανοῦ τοῦ ἡγεμόνος», σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΣΕΡΑΠΙΩΝ ὁ νέος πυρὶ τελειοῦται.

Πῖόν τι Χριστῷ θῦμα καὶ Σεραπίων,
Χριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.

ΘΕΡΑΠΙΩΝ ὁ Μάρτυς ἤκμασεν ἐπὶ Σεβήρου τοῦ βασιλέως ἐν ἔτει ργ’ (103) ἀνὴρ θεοσεβὴς καὶ ἀγαθὸς τὴν γνώμην· συλληφθεὶς δὲ ὑπὸ τοῦ ἄρχοντος Ἀκύλα, καὶ ἐρωτηθεὶς ποίας θρησκείας εἶναι, ὡμολόγησε παρρησίᾳ ὅτι πιστεύει καὶ σέβεται τὸν Χριστόν. Ὅθεν ριφθεὶς εἰς πυράν, ἔλαβε παρὰ Κυρίου τὸν στέφανον τῆς ἀθλήσεως.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΝΔΡΕΟΥ τοῦ Στρατηλάτου, ΗΡΑΚΛΕΙΟΥ, ΦΑΥΣΤΟΥ, ΜΗΝΑ καὶ τῆς συνοδείας αὐτῶν.

Ὡς ἅρμα αἷμα τετράϊππον εἰς Πόλον,
Εὑροῦσα ἐξώρμησε τετρὰς Μαρτύρων.

Ἄλλος φαίνεται ὅτι εἶναι ὁ Ἀνδρέας οὗτος ἀπὸ τὸν ἑορταζόμενον κατὰ τὴν ιθʹ (19ην) Αὐγούστου (βλέπε ἐν τόμῳ Ηʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΜΑΜΑΝΤΟΣ πέραν ἐν τῷ Σίγματι.

Μάμαντα ἂν δὲ ἀγέραστον παρίδω,
Πῶς ἂν φανείην φίλος εἶναι Μαρτύρων;

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΜΙΧΑΗΛ ὁ Μαλεΐνος, ὁ πνεματικὸς πατὴρ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ ἐν εἰρήνῃ τελειοῦται.

Ζήσας, Μιχαήλ, ὡς ἄσαρκος ἐν βίῳ
Ὁμωνύμῳ νῦν συμπαρίστασαι Νόῳ.

Τούτου τοῦ Ὁσίου ὁ ἑλληνικὸς Βίος σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Οὐκ ἔργοις χρὴ μόνον θαυμάζειν τὴν ἀρετήν». Ὁ αὐτὸς ἁπλοποιηθεὶς κατεχωρίσθη τὸ πρῶτον ὑπὸ Ἀγαπίου τοῦ Κρητὸς εἰς τὴν «Καλοκαιρινὴν» ἐξ ἧς καὶ μεταφέρεται ἐνταῦθα διασκευασθεὶς λεκτικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΒΕΡΟΝΙΚΗ ἡ αἱμορροοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.

Ὅλου νοητῶς δράττεταί σου νῦν, Λόγε,
Ἡ κρασπέδου σοῦ πρὶν μόνον δραξαμένη.

ΒΕΡΟΝΙΚΗ ἡ Ἁγία κατήγετο ἐκ τῆς Πανεάδος, ἰατρευθεῖσα δὲ ὑπὸ τοῦ Κυρίου ἀπὸ τὸ πάθος τῆς αἱμορροίας ἐτεχνούρχησε καλῶς, εἰς εὐχαριστίαν τῆς εὐεργεσίας, τὸν ἀνδριάντα τοῦ Κυρίου [1], στήσασα τοῦτον πρὸ τοῦ οἴκου της, ἵνα τιμᾶται σχετικῶς καὶ προσκυνῆται παρὰ πάντων· καλῶς δὲ καὶ θεοφιλῶς πολιτευσαμένη τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς της, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησεν.

   

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Σημειοῦμεν ἐνταῦθα, ὅτι εἰς τοὺς πόδας τοῦ ἀνδριάντος τοῦ Κυρίου, τὸν ὁποῖον κατεσκεύασεν ἡ αἱμορροοῦσα αὕτη, ἐβλάστησε βοτάνη, ἥτις ἐθεράπευε διαφόρους ἀσθενείας. Τοῦτον συνέτριψεν εἴτε ὁ πρὸ τοῦ μεγάλου Κωνσταντίνου βασιλεὺς Μαξιμῖνος, καὶ ἔλαβε τὸν χαλκόν, ὡς λέγουσί τινες, εἴτε ὁ παραβάτης Ἰουλιανός, ἔβαλε δὲ ἀντ’ ἐκείνου τὸν ἀνδριάντα τοῦ Διός, ὡς λέγει ἀνώνυμός τις. Ὅτι δὲ κατὰ συγκατάβασιν ἐδέχθη τοῦτον ὁ Κύριος, ὅρα εἰς τὰ προλεγόμενα τῆς Οἰκουμενικῆς ἑβδόμης Συνόδου ἐν τῷ Πηδαλίῳ.