✥ Τῇ Λ’ (30ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως ΑΛΕΞΑΝΔΡΟΥ, ΙΩΑΝΝΟΥ καὶ ΠΑΥΛΟΥ τοῦ νέου.
Εἰς τὸν Ἀλέξανδρον·
Σχοίνους διαδράς, Ἀλέξανδρε, σαρκίου,
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Εἰς τὸν Ἰωάννην·
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Εἰς τὸν Παῦλον·
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνων τῶν τοῦ βίου.
Τριττὺς τῇ Τριάδι τριακοστῇ νῦν πάρα ἔστη.
Περὶ τῶν δύο ἐκ τῶν τριῶν τούτων Πατριαρχῶν, ἤτοι περὶ Παύλου τοῦ Νέου καὶ Ἰωάννου οὐδεμίαν συγκεκριμένην πληροφορίαν ἔχομεν, μόνον δὲ τὸ Συναξάριον τοῦ Ἁγίου Ἀλεξάνδρου παρατίθεται ἐνταῦθα ἐν τοῖς Συναξαρισταῖς. Ἐκ τούτου ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης διατυπώνει ἐνταῦθα τὴν εἰκασίαν, ὅτι ἴσως νὰ πρόκειται περὶ Παύλου τοῦ Βʹ πατριαρχεύσαντος κατὰ τὰ ἔτη 641-655, εἰς τοῦτον δὲ καὶ ἡμεῖς ἀκολουθήσαντες τὰ αὐτὰ ἐσημειώσαμεν ἐν τῇ πρώτῃ ἡμῶν ἐκδόσει. Ἡ γνώμη ὅμως αὕτη φαίνεται ἐσφαλμένη, διότι ὁ Παῦλος Βʹ ἦτο αἱρετικὸς Μονοθελήτης, συνεπῶς πρόκειται μᾶλλον περὶ Παύλου τοῦ Γʹ πατριαρχεύσαντος κατὰ τὰ ἔτη 683-693 καὶ ἐπὶ τῆς πατριαρχείας τοῦ ὁποίου συνεκλήθη ἡ Ἁγία Πενθέκτη Σύνοδος ἐν ἔτει 691. Ὁ Παῦλος Αʹ ἑορτάζεται κατὰ τὴν 6ην Νοεμβρίου (βλέπε ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Ἀλλὰ καὶ διὰ τὸν Ἰωάννην γνώμη ἡμῶν εἶναι ὅτι εἶναι ὁ Γʹ ὁ πατριαρχεύσας κατὰ τὰ ἔτη 567-577, διότι ὁ Βʹ ἑορτάζεται κατὰ τὴν 25ην τοῦ παρόντος Αὐγούστου (βλέπε σελ. 402 τοῦ ἀνὰ χεῖρας τόμου).
Εἰς τὸν Ἅγιον Ἀλέξανδρον πανηγυρικὴν Ἀκολουθίαν ἐποίησεν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θαυματουργοῦ ΦΑΝΤΙΝΟΥ.
Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
Ἄνωθεν ἡμῖν μάννα θαυμάτων ὕει.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Μνήμη τῶν Ἁγίων ΕΞ ΜΑΡΤΥΡΩΝ τῶν ἐν Μελιτινῇ.
Ἑξάστερόν τι Χριστομαρτύρων σέλας,
Δῦναν θαλάσσης ἔνδον, ἐκλάμπει Πόλῳ.
✥ Μνήμη τοῦ Ὁσίου ΣΑΡΜΑΤΑ.
Ἥκει καταπτὰς Ἄγγελος Θεοῦ Λόγου,
Λέγων, ἔγειραι, Σαρματᾶ, χαίρων ἕπου.
Ὁ Ὅσιος οὗτος Σαρματᾶς, νηστεύων πάντοτε καὶ ἐγκρατευόμενος, τοσοῦτον ἐνίκησε τὸν ὕπνον, ὥστε, ἐὰν ἔλεγεν εἰς αὐτόν, ὕπαγε ἀπ’ ἐμοῦ, ἀπήρχετο, ἐὰν δὲ πάλιν ἔλεγεν αὐτῷ, ἐλθέ, ἤρχετο. Εἰς τὸν Παράδεισον τῶν Πατέρων γράφεται περὶ τοῦ Σαρματᾶ τούτου, ὅτι εἷς, καθήμενος ἐν τῇ ἡσυχίᾳ, ἠρώτησεν αὐτὸν λέγων· «Οἱ λογισμοὶ λέγουσί μοι, ὕπαγε ἔξω καὶ παράβαλε τοῖς ἀδελφοῖς». Ὁ δὲ Σαρματᾶς ἀπεκρίθη· «Μὴ ἀκούσῃς αὐτῶν, ἀλλ’ εἰπέ, ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, νῦν δὲ οὐ δύναμαί σου ἀκούειν». Καὶ πάλιν ἄλλος ἠρώτησεν αὐτὸν λέγων· «Οἱ λογισμοὶ λέγουσί μοι μὴ ἐργάζου, ἀλλὰ φάγε, πίε, κοιμῶ»· ὁ δὲ Σαρματᾶς εἶπεν εἰς αὐτόν· «Ὅταν πεινᾷς (καθ’ ὑπερβολὴν καὶ ἀποκάμῃς), τότε φάγε, καὶ ὅταν διψᾷς καθ’ ὑπερβολὴν (ὥστε νὰ μὴ δύνασαι πλέον νὰ ὑποφέρῃς), τότε πίε, καὶ ὅταν ἀγρυπνήσῃς (πολύ, ὥστε νὰ μὴ ἠμπορῇς πλέον καθόλου νὰ ὑπομείνῃς), τότε κοιμῶ» («Εὐεργετινός», ἡμετέρα ἔκδοσις, Βιβλ. Βʹ σελ. 128 § 3 καὶ ἀλλαχοῦ).
✥ Μνήμη τῆς Ὁσίας ΒΡΥΑΙΝΗΣ.
Ἐκ γῆς Βρυαίνη, χαρίτων θεία βρύσις,
Μετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω.
Ταύτης τὴν Ἀκολουθίαν συνέταξεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
✥ Μνήμη τῶν Ἁγίων ΔΕΚΑΕΞ ΜΑΡΤΥΡΩΝ τῶν Θηβαίων.
Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἓξ καὶ δέκα
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου.
✥ Μνήμη τοῦ Ἁγίου Ἱεράρχου ΕΥΛΑΛΙΟΥ ἐν εἰρήνῃ τελειωθέντος.
Ὢν Εὐλάλιος εὔλαλος τέττιξ μάλα,
Χειμῶνος ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΗΛΙΚΟΣ, ΦΟΥΡΤΟΥΝΙΑΝΟΥ, ΣΕΠΤΙΜΙΝΟΥ καὶ ΙΑΝΟΥΑΡΙΟΥ τῶν ξίφει τελειοθέντων.
Εἰς τὸν Φήλικα·
Τμηθεὶς κεφαλὴν ἱερὰν λύθρῳ χρίῃ,
Καὶ χρῖσμα κοσμεῖ ἱερωσύνης, Φῆλιξ.
Εἰς τὸν Φουρτουνιανόν·
Οὐ μή με πλήξῃς, ὅστις εἶ, ταχὺς ξίφει,
Φουρτουνιανὸς ἐμβριμώμενος λέγει.
Εἰς τὸν Σεπτιμῖνον·
Ὁ πάντα σεπτὸς ἐν βίῳ Σεπτιμῖνος,
Πάνσεπτον εὗρε καὶ τέλος διὰ ξίφους.
Εἰς τὸν Ἰανουάριον·
Ἄρας φόνου σίδηρον ὁ πνέων φόνου,
Αἴρει κεφαλὴν τὴν Ἰανουαρίου.
ΣΥΝΑΞΑΡΙΟΝ
ΕΠΙΣΤΡΟΦΗ