✥ Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τοῦ Τιμίου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ ΙΩΑΝΝΟΥ. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου τούτου χειρὸς πρὸς τὴν Κωνσταντινούπολιν συνέλευσις.
Ἐμὴ σὲ γλῶσσα, κήρυξ, πῶς ἂν αἰνέσῃ
ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Μνήμην ἑβδομάτῃ Προδρόμου λάχε αἰδοίοιο.
Εἰς τὴν ἐξ Ἀντιοχείας ἀνακομιδὴν τῆς τιμίας χειρὸς τοῦ Τιμίου Προδρόμου ὑπόμνημα ἔχει Θεόδωρος ὁ Δαφνοπάτης καὶ Ἀσηκρήτης, οὗ ἡ ἀρχή· «Ἰδοὺ καὶ πάλιν ἡμῖν ὁ ἱερὸς τοῦ Χριστοῦ ἐπέστη Πρόδρομος». Τοῦτο σῴζεται ἐν τῇ τοῦ Διονυσίου, τοῦ Βατοπαιδίου, τῶν Ἰβήρων καὶ τῇ Λαύρᾳ. Κατὰ τὴν μεθέορτον ταύτην ἡμέραν τῶν Φώτων ἀναγινώσκεται ἐν τοῖς εὐαγέσι Μοναστηρίοις τοῦ τοῦ Ἁγίου Ὄρους καὶ μάλιστα ἐν τῇ τοῦ Διονυσίου ὁ εἰς τὸ Βάπτισμα λόγος Γρηγορίου Θεολόγου, οὗ ἡ ἀρχή· «Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ».
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὑπὸ τοῦ Τιμίου ΠΡΟΔΡΟΜΟΥ γεγονότος θαύματος ἐν Κίῳ κατὰ τῶν Ἀγαρηνῶν.
Ναὸν σὸν ἐφύλαξας χειρῶν βεβήλων
Δυσσεβεῖς ὀλέσας, Πρόδρομε θεῖε.
Ἡ διήγησις περὶ τοῦ θαύματος τούτου συνεγράφη ὑπὸ τοῦ ἀοιδίμου Ἱεροδιδασκάλου Ἀθανασίου τοῦ Παρίου, παρελήφθη δὲ ἐκ τοῦ «Νέου Λειμωναρίου».
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΑΘΑΝΑΣΙΟΥ τοῦ ἐξ Ἀτταλείας μὲν ὄντος, ἐν Σμύρνῃ δὲ μαρτυρήσαντος κατὰ τὸ ͵αψ’ (1700) ἔτος.
Οὐχὶ παλαιὸς Ἀθανάσιος πέλει·
Οὗτος νέος δὲ Μάρτυς ἐστὶ Κυρίου.
Τὸ Μαρτύριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Μαρτυρολογίου».