Ὀκτωβρίου ΚΖ’ (27η)

Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΝΕΣΤΟΡΟΣ.

Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης,
Κτείνας ὁ Νέστωρ τέμνεται διὰ ξίφους.
Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν.

Εἰς τὸν Ἅγιον Μάρτυρα Νέστορα ἐγκώμιον ἔχει Ἰωσὴφ ὁ Θεσσαλονίκης, οὗ ἡ ἀρχή· «Φαιδρὰ μὲν ἡ πανήγυρις» (σῴζεται ἐν τῇ τῶν Ἰβήρων). Τὴν Ἀκολουθίαν τοῦ Ἁγίου Νέστορος συνεπλήρωσεν ὁ Ὑμνογράφος Γεράσιμος Μικραγιαννανίτης, ποιήσας εἰς αὐτὸν καὶ Παρακλητικὸν Κανόνα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΑΠΕΤΩΛΙΝΗΣ καὶ ΕΡΩΤΗΪΔΟΣ.

Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν,
Δούλας Τριάδος τῆς ἀληθῶς κυρίας.

ΚΑΠΕΤΩΛΙΝΑ καὶ ΕΡΩΤΗΪΣ αἱ Ἅγιαι Μάρτυρες ἦσαν κατὰ τοὺς χρόνους τῆς βασιλείας τοῦ Διοκλητιανοῦ καὶ Ζιλικινθίου ἄρχοντος τῆς Καππαδοκίας, ἐν ἔτει σπθ’ (289). Καὶ ἡ μὲν Καπετωλῖνα ἦτο εὐγενὴς καὶ πλουσία, ἡ δὲ Ἐρωτηῒς ἦτο δούλη αὐτῆς. Διαμοιράσασα δὲ ἡ Ἁγία Καπετωλῖνα τὰ ὑπάρχοντά της εἰς τοὺς πτωχοὺς καὶ ἐλευθερώσασα τοὺς δούλους της, παρουσιάσθη εἰς τὸν ἄρχοντα Ζιλικίνθιον καὶ ἐκήρυξε τὸν Χριστὸν Θεὸν ἀληθινόν· ὅθεν πρῶτον μὲν ἐκλείσθη εἰς τὴν φυλακήν, κατὰ δὲ τὴν ἐρχομένην ἡμέραν ἀπεκεφαλίσθη. Ἡ δὲ Ἐρωτηῒς ἐκτύπησε μὲ πέτρας τὸν ἄρχοντα· διὰ τοῦτο δέρεται μὲ ράβδους καὶ διαμείνασα ἀβλαβὴς μὲ τὴν τοῦ Χριστοῦ Χάριν, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται. Καὶ οὕτως ἔλαβον καὶ αἱ δύο τοὺς στεφάνους τῆς ἀθλήσεως.

 

Ὁ Ἅγιος ΚΥΡΙΑΚΟΣ, ὁ Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ Κυριακὸς ἐκλιπὼν γῆν καὶ βίον,
Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.

Τὸν Κυριακὸν τοῦτον ὀνομάζει ὁ Ξανθόπουλος Κυριλλιανόν, ὅστις ἔγινεν Ἐπίσκοπος Βυζαντίου ἐν ἔτει σκεʹ (225), καὶ ἐπεσκόπευσε δεκαὲξ ἔτη, δέκατος ἕκτος Ἐπίσκοπος Βυζαντίου ἀριθμούμενος ἀπὸ τὸν Στάχυν. Βλέπε περὶ τούτου σελ. 318, τοῦ πρώτου τόμου τοῦ Μελετίου, καὶ εἰς τὴν εἰκοστὴν πέμπτην τοῦ Ἰανουαρίου εἰς τὸ Συναξάριον τοῦ μαθητοῦ αὐτοῦ Ἁγίου Καστίνου, ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

 

Ἡ Ἁγία ΠΡΟΚΛΑ, ἡ σύζυγος τοῦ Πιλάτου, ἐν εἰρήνῃ τελειοῦται.

Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης,
Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.

 

Διήγησις περὶ τῶν ΙΒΗΡΩΝ, ἤτοι τῶν νῦν καλουμένων Γεωργιανῶν, πῶς ἦλθον εἰς θεογνωσίαν παρά τινος γυναικός.

Ἔργον μέγιστον εἰργάσω, σεμνὴ Γύναι,
Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.

Τὸ διήγημα τοῦτο ἱστορεῖ ὁ Κύρου Θεοδώρητος εἰς βιβλίον πρῶτον, κεφάλαιον εἰκοστὸν τρίτον τῆς «Ἐκκλησιαστικῆς Ἱστορίας» αὐτοῦ.

ΔΙΗΓΗΣΙΣ

  

Τοῦ Ὁσίου ΝΕΣΤΟΡΟΣ τοῦ χρονογράφου τοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.

  

ΕΠΙΣΤΡΟΦΗ