✥ Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΑΜΦΙΛΟΧΙΟΥ Ἐπισκόπου Ἰκονίου.
Σταλείς, Ἀμφιλόχιε, νεκρῶν ἀμφίοις,
Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον.
Τὸν Βίον τούτου συνέγραψεν Ἑλληνιστὶ ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Καὶ τί τῶν καλῶν ἔσται», (σώζεται ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις καὶ πρὸ τούτων ἐν τῇ Λαύρᾳ). Ἐκδεδομένος εὑρίσκεται ἐν τῇ «Patrologia Graeca» τοῦ Ἀββᾶ Migne, Τόμ. 116 στ. 955-970. Ὑπάρχει δὲ ἐκεῖ καὶ ἕτερος ἐν τόμῳ 30 σελ. 13-26. Τὸν ἑλληνικὸν τοῦ Ἁγίου τούτου Βίον μεταγλωττίσας εἰς τὴν ἁπλῆν Ἑλληνικὴν Ἀγάπιος ὁ Κρὴς συγκατέλεξεν εἰς τὸ «Ἐκλόγιον», ἐξ οὗ παραληφθεὶς παρατίθεται ἐνταῦτα διεσκευασμένος κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῆ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ Ἐπισκόπου τῆς Ἀκραγαντίνων Ἐκκλησίας.
Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,
Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ πάτερ.
Τὸν Βίον καὶ τὰ θαύματα τοῦ Ἁγίου τούτου Γρηγορίου Ἐπισκόπου Ἀκραγαντίνων συνέγραψε πρῶτος ὁ Ἡγούμενος τῆς ἐν Ρώμῃ Μονῆς τοῦ Ἁγίου Σάββα Λεόντιος Πρεσβύτερος καὶ Μοναχὸς, ἀποθανὼν κατὰ τὸ ἔτος 688, ἔστι δὲ τοῦ Βίου τούτου ἡ ἀρχή· «φοβερὸν καὶ ἀκατάληπτον θαῦμα καὶ τῇ οἰκουμένῃ ὠφέλιμον». Χειρόγραφον τούτου σῴζεται ἐν τῇ Ἱ.Μονῇ τῆς Μεγίστης Λαύρας Ἁγίου Ὄρους, ἐξεδόθη δὲ τύποις καὶ ἐν τῇ Ἑλληνικῇ Πατρολογίᾳ τοῦ Ἀββᾶ Migne ἐν τῷ 98ῳ τόμῳ, στ. 549-716. Βάσει τοῦ Βίου τούτου συνέγραψε Βίον τοῦ Ἁγίου Ἑλληνιστὶ καὶ ὁ Ὅσιος Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Κάλλιστόν τι χρῆμα ἡ ἀρετή», σῳζόμενον ἐν χειρογράφοις ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, ἐξεδόθη δὲ καὶ οὗτος τύποις ὑπὸ τοῦ Ἀββᾶ Migne ἐν τῇ «Patrologia Graeca», τόμ. 116, στ. 189-269. Τοῦτον μετενεγκὼν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ὁ ἱερὸς Ἀγάπιος ὁ Κρὴς ἐξέδωκε τύποις συμπεριλαβὼν εἰς τὸ ὑπ’ αὐτοῦ ἐκδοθὲν «Ἐκλόγιον», ἐκ τούτου δὲ παραληφθεὶς ὑφ’ ἡμῶν, καταχωρίζεται ἐνταῦθα.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ ΣΙΣΙΝΙΟΥ.
Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας,
Μετῆλθε Σισίνιος ἐκ βίας βίου.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ἅγιος Ἐπίσκοπος ΙΣΧΥΡΙΩΝ ἐν εἰρήνῃ τελειοῦται.
Ζῶν Ἰσχυρίων ἰσχὺς ἦν Ἐκκλησίας,
Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
✥ Ὁ Ἅγιος ΕΛΕΝΟΣ Ἐπίσκοπος Ταρσοῦ ἐν εἰρήνῃ τελειοῦται.
Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος,
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
✥ Διήγησις ὀπτασίας ΙΩΑΝΝΟΥ τινός, πάνυ ὠφέλιμος.
Φοβοῦ Κριτὴν ὀφθέντα, ψυχή, κατ’ ὄναρ,
Φοβοῦ δὲ μᾶλλον ἡνίκ’ ἔλθῃ καθ’ ὕπαρ.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ἡ Κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΗΤΡΟΦΑΝΟΥΣ Ἱεράρχου, τοῦ ἐν τῷ σχήματι μετονομασθέντος ΜΑΚΑΡΙΟΥ, πρώτου Ἐπισκόπου Βορονεζίας ἐν ἔτει ͵αψγ’ (1703). Καὶ τοῦ Ἁγίου μεγάλου δουκὸς ΑΛΕΞΑΝΔΡΟΥ τοῦ Νέβσκη Ρώσων.
ΕΠΙΣΤΡΟΦΗ