✥ Τῇ ΙϚ’ (16ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου ΕΥΦΗΜΙΑΣ.
Ὑπὲρ Θεοῦ κτανθεῖσαν ἄρκτου ταῖς μύλαις,
εὐφημίαις σὲ χρὴ στέφειν, Εὐφημία.
Τῇ δ’ ἑκκαιδεκάτῃ Εὐφημίαν ἔκτανεν ἄρκτος.
Περὶ τῆς Πανευφήμου ταύτης Εὐφημίας ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ὑποσημειοῖ καὶ τὰ ἑξῆς· Δὲν ἠδυνήθην νὰ σιωπήσω ἐδῶ τὴν Ἔκφρασιν τὴν ὁποίαν συνέγραψεν ὁ Ἀστέριος Ἀμασείας περὶ τῆς Εἰκόνος τῆς Ἁγίας ταύτης Εὐφημίας, τὴν ὁποίαν ἀναφέρει ἡ Ἁγία καὶ Οἰκουμενικὴ ἑβδόμη Σύνοδος ἐν τῇ ἕκτῃ Πράξει αὐτῆς. Εἶναι δὲ ἐξωραϊσμένη τοῖς τῶν ρητορικῶν λειμώνων ἄνθεσιν ἔχουσα οὔτω· «Γυνή τις, φησίν, ἱερὰ Παρθένος, ἀκήρατος Θεῷ τὴν σωφροσύνην καθιερώσασα· Εὐφημίαν καλοῦσιν αὐτήν. Τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος, μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον. Οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας, ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν Παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι, καταθέμενοί
τε τὴν λάρνακα, τιμὰς τελοῦσιν αὐτῇ, καὶ τὴν ἐτήσιον ἑορτήν, κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν. Οἱ μὲν οὗν τῶν τοῦ Θεοῦ Μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσι τὴν μνήμην ἀεί, καὶ ὅπως ἐξετέλεσε τὸν τῆς καρτερίας ἀγῶνα ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν. Ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς διὸ τῆς τέχνης τὰ κατὰ δύναμιν, πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας αὐτοῦ πού, περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα· ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα. Ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστής, πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν Παρθένον· ὀργίζεται γάρ, ὅταν ἐθέλῃ, κἂν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη. Δορυφόροι δὲ τῆς Ἀρχῆς καὶ στρατιῶται πολλοί· οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας· ὧν θἄτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα, βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς, ὅλον ἐκκλίνας τὸ πρόσωπον, ὥσπερ παρακελευόμενος γεγονώτερον λαλεῖν, ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα. Ἕστηκε δὲ ἡ Παρθένος ἐν φαιῷ χιτῶνι καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα· ὡς μὲν ἔδοξε τῷ γραφεῖ καὶ τὴν ὄψιν ἀστεία ὡς δὲ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς». Καὶ τὰ λοιπά. Σημείωσαι, ὅτι τὸ λείψανον τῆς Ἁγίας ταύτης εὑρίσκεται ἐν τῷ Πατριαρχείῳ τῆς Κωνσταντινουπόλεως ὁλόκληρον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΜΕΛΙΤΙΝΗΣ.
Μελιτινὴ τμηθεῖσα τὴν κάραν ξίφει,
Αἷμα προσῆξεν ὡς γλυκὺ Χριστῷ μέλι.