Ὀκτωβρίου ΚΕ’ (25η)

Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ νοταρίων ΜΑΡΚΙΑΝΟΥ καὶ ΜΑΡΤΥΡΙΟΥ.

Χριστοῦ καλάμους τοὺς νοταρίους νόει,
Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.
Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε.

Τὸ Μαρτύριον τούτων συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Ἐπεχωρίαζε μὲν καὶ πρότερον» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ ἐν τῇ Μονῇ τῶν Ἰβήρων καὶ ἄλλαις).

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ.

Ἀναστάσιε, σοῦ δὲ τὶ γράψω χάριν,
Χριστοῦ χάριν σπεύσαντος ἐκθανεῖν ξίφει;

ΑΝΑΣΤΑΣΙΟΣ ὁ Ἅγιος Μάρτυς προσῆλθεν αὐτόκλητος εἰς τοὺς τυράννους, καὶ ὁμολογήσας μὲ παρρησίαν τὸν Χριστὸν Θεὸν ἀληθινὸν καὶ ποιητὴν τοῦ παντός, ἐξέπληξεν ἅπαντας. Ἐπειδὴ δὲ μὲ τοὺς λόγους, τοὺς ὁποίους εἶπε καὶ μὲ τὴν ἀνδρείαν, τὴν ὁποίαν ἔδειξεν, ἐβεβαίωσε τὸ ἀμετάθετον τῆς γνώμης του, διὰ τοῦτο ἀποκεφαλίζεται καὶ ρίπτεται εἰς τὴν θάλασσαν. Γυνὴ δέ τις εὐλαβής, λαβοῦσα τὸ τίμιον αὐτοῦ λείψανον, ἀφ’ οὗ τὸ ἐξέβρασεν ἡ θάλασσα, ἐτύλιξεν αὐτὸ μὲ σινδόνας καὶ μὲ μύρα, καὶ κατασκευάσασα εὐκτήριον Ἐκκλησίαν εἰς τὸ ὄνομα τοῦ Μάρτυρος, ἐνεταφίασεν ἐκεῖ τὸ λείψανόν του, διὰ τοῦ ὁποίου πολλαὶ παράδοξοι ἰατρεῖαι τὸ πάλαι ἐγίνοντο, καὶ ἕως τοῦ νῦν ἐξακολουθοῦσι γινόμεναι.

 

Ὁ Ἅγιος Μάρτυς ΟΥΑΛΛΕΡΙΝΟΣ ξίφει τελειοῦται.

Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει,
Τομῆς βραχείας, ὤ πόσα στέφη λάβεν!

 

Οἱ Ἁγιοι Μάρτυρες ΟΥΑΛΛΕΡΙΟΣ καὶ ΧΡΥΣΑΦΙΟΣ ξίφει τελειοῦνται.

Διττοῖς ἀθληταῖς ἡ τιμωρία ξίφος,
Ἡγουμένοις τρύφημα τὴν τιμωρίαν.

Ἐν δὲ τῷ πρωτοτύπῳ Συναξαριστῇ γράφεται Χρύσαφος· ὁ δὲ Οὐαλλέριος ἐν τῷ χειρογράφῳ γράφεται Οὐαλλερῖνος.

 

Ὁ Ἅγιος Μάρτυς ΣΑΒΙΝΟΣ πυρὶ τελειοῦται.

Εἰσδὺς τὸ πῦρ χόρευε, Μάρτυς Σαβῖνε,
θείαν χορείαν πρόξενον θείου στέφους.

 

Ἡ Ἁγία ΤΑΒΙΘΑ, τὴν ὁποίαν ἤγειρε θανοῦσαν ὁ Ἀπόστολος Πέτρος, ἐν εἰρήνῃ τελειοῦται.

Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν,
Ἤγειρεν ἄν σε καὶ θανοῦσαν ὡς πάλαι.

Εἰς τὴν Ἁγίαν Ταβιθὰν πλήρη Ἀκολουθίαν συνέγραψεν ὁ Ὑμνογράφος Γεράσιμος Μικραγιαννανίτης.

 

Ὁ Ἅγιος Μάρτυς ΟΥΑΡΟΣ ὁ ἐν Αἰγύπτῳ ξίφει τελειοῦται.

Κάρας δυναστῶν δαιμόνων ἐν ἐκστάσει
Οὔαρος ἐξέκοψεν, ἐκκοπεὶς κάραν.

 

 Ὁ Ὅσιος ΓΕΩΡΓΙΟΣ Ἐπίσκοπος Ἀμάστριδος, ὁ Ποιητὴς τῶν Κανόνων, ἐν εἰρήνῃ τελειοῦται.

Τὸ θεῖον ἐν γῇ καὶ θανὼν ὑμνεῖς, Πάτερ,
Ἡμῶν ἐκεῖνο σοῖς ἀνυμνούντων λόγοις.

Κανόνες τινὲς ᾀσματικοὶ εἰς Ἁγίους τινὰς εὑρίσκονται ἐπιγεγραμμένοι εἰς ὄνομα Γεωργίου, οἱ ὁποῖοι φαίνεται ὅτι εἶναι πόνημα τοῦ Γεωργίου τούτου.

 

Οἱ Ἅγιοι Μάρτυρες ΠΑΠΠΙΑΣ, ΔΙΟΔΩΡΟΣ καὶ ΚΛΑΥΔΙΑΝΟΣ ξίφει τελειοῦνται.

Κάρας ἀθλητῶν τρεῖς τριῶν τέμνει ξίφος,
Οἷς ταὐτὸν ἦν φρόνημα τριτταῖς ἐν κάραις.

 

Οἱ Ἅγιοι Μάρτυρες ΦΑΥΣΤΟΣ, ΒΑΣΙΛΕΙΟΣ καὶ ΛΟΥΚΙΑΝΟΣ ξίφει τελειοῦνται.

Τριῶν συνάθλων ἓν διὰ ξίφους τέλος,
Οἳ τὸν Θεὸν φρονοῦσιν ἕν τε καὶ τρία.

 

Οἱ Ἅγιοι Μάρτυρες ΝΙΚΗΦΟΡΟΣ καὶ ΣΤΕΦΑΝΟΣ ξεόμενοι τελειοῦνται.

Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ
Νικηφόρου στέφανος ἐπλάκη τέλους.

 

Οἱ Ἅγιοι ΦΙΛΑΔΕΛΦΟΣ καὶ ΠΟΛΥΚΑΡΠΟΣ ἐν εἰρήνῃ τελειοῦνται.

Ὑπῆρξεν ὄντως ἡ τελευτὴ τοῦ βίου,
Καὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη.

 

Ὁ Ὅσιος ΜΑΚΑΡΙΟΣ, Ἐπίσκοπος Πάφου τῆς ἐν Κύπρῳ ἐν εἰρήνῃ τελειοῦται.

Πάφου πρόεδρος ἔνδον ἐκρύβη τάφου,
Καὶ τἄλλα Μακάριος, οὐ κλῆσιν μόνον.

 

Οἱ Ἅγιοι Δύο ΜΑΡΤΥΡΕΣ οἱ ἐν Θρᾴκῃ, μέσῳ δύο πετρῶν συμπιεσθέντες, τελειοῦνται.

Εὗρον πονηροὶ καὶ κυλίστραν πετρίνην,
Ἐν ἧ σύναθλοι συμπιέζονται δύο.

   

ΕΠΙΣΤΡΟΦΗ