✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος ΑΝΔΡΕΟΥ τοῦ Στρατηλάτου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων Δισχιλίων Πεντακοσίων Ἐνενήκοντα Τριῶν.
Εἰς τὸν Ἀνδρέαν·
Στρατηλάτης ὢν ὡς ἀληθῶς Ἀνδρέας,
Τομὴν κεφαλῆς ἀνδρικώτατα στέγει.
Εἰς τοὺς σὺν αὐτῷ τελειωθέντας·
Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος
Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.
Ἐννέα καὶ δεκάτῃ τάμον Ἀνδρέου αὐχένα λαμπρόν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΤΙΜΟΘΕΟΥ, ΑΓΑΠΙΟΥ καὶ ΘΕΚΛΗΣ.
Εἰς τὸν Τιμόθεον·
Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον
Ἄρωμα, Τιμόθεον, εὐῶδες μάλα.
Εἰς τὸν Ἀγάπιον·
Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει,
Καὶ ψυχοδήκτης δάκνεται θὴρ καρδίαν.
Εἰς τὴν Θέκλαν·
Ἔμοι γε κλῆσις Θέκλα, πατρὶς Βιζύη,
Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΥΤΥΧΙΑΝΟΥ τοῦ στρατιώτου καὶ ΣΤΡΑΤΗΓΙΟΥ, διὰ πυρὸς τελειωθέντων.
Εἰς τὸν Εὐτυχιανόν·
Εὐτυχιανὸς καίεται, κρίνας μέγα
Τὴν καῦσιν εὐτύχημα καὶ μικρὸν πάθος.
Εἰς τὸν Στρατήγιον·
Ὁ Στρατήγιος Χριστὸν ὡς ὅπλον φέρων,
Κατεστρατήγει καὶ πυρᾶς διηρμένης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΘΕΟΦΑΝΟΥΣ τοῦ Νέου τοῦ θαυματουργοῦ τοῦ ἐν τῷ ὄρει τῆς πόλεως Ναούσης ἀσκήσαντος.
Ὁ Θεοφάνης ἀρεταῖς φάνας πάλαι,
τὴν Νάουσαν νῦν λειψάνῳ ἐκλαμπρύνει.