Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΤΙΜΟΘΕΟΥ, ΑΓΑΠΙΟΥ καὶ ΘΕΚΛΗΣ.

ΤΙΜΟΘΕΟΣ ὁ ἔνδοξος οὗτος τοῦ Χριστοῦ Μάρτυς κατήγετο ἐκ τῆς Παλαιστίνης, ὢν δὲ τέλειος κατὰ τὸν λόγον καὶ τὴν ζωήν, ἐγένετο τῆς εὐσεβείας διδάσκαλος. Συλληφθεὶς δὲ παρέστη εἰς τὸν ἄρχοντα τῆς Γάζης, Οὐρβανὸν ὀνόματι, καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ ὡμολόγησεν, ὅτι ἀνήκει εἰς τὴν τάξιν τῶν Χριστιανῶν, ἐθεολόγησε δὲ πᾶσαν τὴν τοῦ Χριστοῦ ἔνσαρκον οἰκονομίαν· ὅθεν δαρεὶς δυνατὰ καὶ πᾶν εἶδος βασάνων δοκιμάσας, ἐπειδὴ οὐδόλως ἐκάμφθη, ἀλλ’ ἔμεινεν ἀμετάθετος εἰς τὴν εὐσέβειαν, ἐρρίφθη ὕστερον εἰς πυράν, καὶ οὕτω παρέδωκε τὸ πνεῦμά του τῷ Θεῷ καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν ἄφθαρτον στέφανον. Ἐν τῇ ἰδίᾳ δὲ πόλει τῆς Γάζης εὑρισκόμενοι ὅ τε Ἅγιος Ἀγάπιος καὶ ἡ Θέκλα, ἡ ἐκ τῆς Βιζύης καταγομένη, ἐβασανίσθησαν πολὺ διὰ τὴν τοῦ Χριστοῦ πίστιν, καὶ ἐπειδὴ ἔτι μᾶλλον εἰς αὐτὴν ἐστερεώνοντο, διὰ τοῦτο παρεδόθησαν εἰς τὰ θηρία καὶ ὑπ’ αὐτῶν κατασπαραχθέντες ἔλαβον τὸν στέφανον τοῦ μαρτυρίου.

                                                                                                                                                    

ΕΠΙΣΤΡΟΦΗ