✥ Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ Κοίμησις τῆς Ἁγίας ΑΝΝΗΣ, μητρὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Τῆς τῶν κυουσῶν Μητέρων σωτηρίας.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων ΕΚΑΤΟΝ ΕΞΗΚΟΝΤΑ ΠΕΝΤΕ Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Συνόδῳ συνελθόντων ἐν Κωνσταντινουπόλει, καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι Βελίαρ Ὠριγένους οἱ λόγοι,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας καὶ μακαρίας ΟΛΥΜΠΙΑΔΟΣ τῆς διακόνου.
Ὀλυμπιὰς λιποῦσα πατρίδα φίλην,
Πρὸς τὴν ἄνω χαίρουσα βαίνει πατρίδα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν ΕΥΠΡΑΞΙΑΣ.
Εὐπραξία πρόσεισι Χριστῷ πλουσία,
Πολλαῖς κομῶσα ψυχικαῖς εὐπραξίαις.
Εἰς τὴν Ὁσίαν Εὐπραξίαν συνέταξεν Ἀκολουθίαν καὶ ὁ πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ἐκδοθεῖσαν ὑπὸ Σ. Σχοινᾶ ἐν Βόλῳ.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, ΣΑΚΤΟΥ, ΜΑΤΟΥΡΟΥ, ΑΤΤΑΛΟΥ καὶ ΒΛΑΝΔΙΝΗΣ.
Εἰς τὸν Σάκτον, Μάτουρον καὶ Ἄτταλον·
Τρεῖς ἐξ ἑνὸς πνίγουσιν ἄνδρας σπαρτίου,
Ὡς τρίπλοκόν τι σπαρτίον συνῃμμένους.
Εἰς τὴν Βλανδῖναν·
Νίκης ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ
Δίδωσι λαμπρὰ παμβασιλεὺς τὰ στέφη.
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΑΚΑΡΙΟΥ Μελτοβόδας τοῦ θαυματουργοῦ Ρώσου.