Σεπτεμβρίου ΚΒ’ (22α)

Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγιου Ἱερομάρτυρος ΦΩΚΑ τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος.

Φωκᾶ τὸ λουτρὸν σμήγματος παντὸς δίχα,
Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου.
Εἰκάδι δευτερίῃ λοετρὸν πέφνεν ἔνδοθι Φωκᾶν.

Τὸ Μαρτύριον τοῦ Ἁγίου τούτου Μάρτυρος Φωκᾶ συνέγραψεν ἑλληνιστὶ Ἀστέριος ὁ Ἀμασείας Ἐπίσκοπος, οὗ ἡ ἀρχή· «Ἱερὸς μὲν καὶ θεσπέσιος ἅπας» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις), εὕρηται δὲ καὶ ἐν τῷ βʹ τόμῳ τοῦ Μελετίου (σελ. 18), ὅπου ὁ Ἀστέριος ὀνομάζει τὸν Ἱερομάρτυρα τοῦτον Φωκᾶν στῦλον καὶ ἑδραίωμα τῶν θείων τῆς Οἰκουμένης Ἐκκλησιῶν (σελ. 955 τῆς Δωδεκαβίβλου). Ὁ δὲ Χρυσόστομος λόγον πανηγυρικὸν ἔχει εἰς τοῦτον, οὗ ἡ ἀρχή· «Λαμπρὰ γέγονεν ἡμῖν χθὲς ἡ πόλις», ὅστις σώζεται ἐν τῷ πέμπτῳ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως καὶ ἐν τῷ πεντηκοστῷ τόμῳ, στ. 699, τῆς ἐκδόσεως Migne. Φαίνεται δὲ ὅτι ὁ Ἅγιος οὗτος Ἱερομάρτυς Φωκᾶς εἶναι ἐκεῖνος ὅστις ἑορτάζεται κατὰ τὴν εἰκοστὴν τρίτην τοῦ Ἰουλίου (βλέπε ἐκεῖ καὶ τὸ θαῦμα ὅπερ ἐνήργησεν ὁ Ἅγιος, ἐν τόμῳ Ζʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), αʹ) διότι καί οὗτος καὶ ἐκεῖνος εἶναι Ἱερομάρτυς· βʹ) διότι καὶ οἱ δύο ἦσαν ἐπὶ Τραϊανοῦ βασιλέως· γʹ) διότι τὸ αὐτὸ τέλος τοῦ Μαρτυρίου ἔλαβον· δʹ) διότι τὸ αὐτὸ δίστιχον ἰαμβικὸν γράφεται καὶ εἰς τοὺς δύο. Ἴσως δὲ νῦν μὲν ἑορτάζεται ἡ ἄθλησις, τότε δὲ ἡ ἀνακομιδή του, ὡς καὶ ἐν τῷ χειρογράφῳ Συναξαριστῇ γράφεται προσδιωρισμένως, ὅτι ἐκεῖ ἑορτάζεται ἡ ἀνακομιδὴ τῶν λειψάνων αὐτοῦ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΩΚΑ τοῦ κηπουροῦ, ξίφει τελειωθέντος.

Ἤδει χάριν σοι σοῦ χάριν θνῄσκων, Λόγε,
Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Οἱ Ἅγιοι Μάρτυρες ΙΣΑΑΚ καὶ ΜΑΡΤΙΝΟΣ ξίφει τελειοῦνται.

Εἰς τὸν Ἰσαάκ·

Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάρρας τέκνου,
Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.

Εἰς τὸν Μαρτῖνον·

Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν,
Πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω Ὁσίου ΚΟΣΜΑ τοῦ Ζωγραφίτου, ἀσκήσαντος ἐν ἔτει ͵ατκγ’ (1323).

Μύσας τὸ ὄμμα σώματος βλέπεις ἄνω,
Κοσμᾶ Ὅσιε, τὸ πρόσωπον Κυρίου.

Τὸ Συναξάριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Ἐκλογίου» τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου.

ΣΥΝΑΞΑΡΙΟΝ

     

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Εἰκοσιὲξ ΟΣΙΟΜΑΡΤΥΡΕΣ Ζωγραφῖται, οἱ ἐλέγξαντες τοὺς λατινόφρονας, τόν τε βασιλέα Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ἐπάνωθεν τοῦ Πύργου πυρὶ τελειοῦνται.

Ὡς πυρίκαυστοι θυσίαι τῷ Κυρίῳ
Οἱ εἰκοσιὲξ ὡράθησαν εἰκότως.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ