✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τῆς τοῦ ΧΡΙΣΤΟΥ τοῦ Θεοῦ ἡμῶν Ἁγίας ΑΝΑΣΤΑΣΕΩΣ.
Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,
Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.
Τεύχθη Ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΟΡΝΗΛΙΟΥ τοῦ Ἑκατοντάρχου.
Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις,
Πιστῶν ἀπαρχὴν τῶν ἀπ’ ἐθνῶν, Χριστέ μου.
✥ Ὁ Ἅγιος ΣΤΡΑΤΩΝ κέδροις προσδεθεὶς καὶ διαμερισθεὶς τελειοῦται.
Κέδροις ὁ Μάρτυς προσδεθεὶς Στράτων δύο,
Εἷς ὢν τὸ σῶμα, δείκνυται μέρη δύο.
ΣΤΡΑΤΩΝ ὁ θαυμάσιος, ἐν Βιθυνίᾳ συλληφθεὶς ἀπὸ τὸν ἄρχοντα ταύτης, ἐβασανίσθη μὲ διαφόρους τιμωρίας· εἶτα ἔδεσαν τὰς χεῖράς του ἀπὸ τοὺς κλάδους δύο κέδρων, τοὺς ὁποίους ἔκλιναν εἰς τὴν γῆν μὲ βίαν πολλήν· ἔπειτα τοὺς ἀπέλυσαν εἰς τὸν τόπον των καὶ οὕτω διεμέλισαν εἰς δύο τὸν Ἅγιον, ὅστις καὶ παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ, ἐν ταῖς ἡμέραις Λικινίου τοῦ τυράννου ἐν ἔτει τιε’ (315).
✥ Οἱ Ἅγιοι Μάρτυρες ΚΡΟΝΙΔΗΣ, ΛΕΟΝΤΙΟΣ καὶ ΣΕΡΑΠΙΩΝ ἐν θαλάσσῃ βληθέντες τελειοῦνται.
Ὑπῆρξεν ἆθλος ἡ θάλασσα καὶ τάφος
Σεραπίωνι, Κρονίδῃ, Λεοντίῳ.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΓΟΡΔΙΑΝΟΣ καὶ ΣΕΛΕΥΚΟΣ, θηρίοις ἐκδοθέντες τελειοῦνται.
Τὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις,
Οἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΚΡΟΒΙΟΣ θηρίῳ ἐκδοθεὶς τελειοῦται.
Ὁ Μακρόβιος τὸν μακρὸν ποθῶν βίον,
Θηρῶν ὀδοῦσι τὸν βραχὺν λείπει βίον.
✥ Ὁ Ἅγιος Μάρτυς ΟΥΑΛΛΕΡΙΟΣ ἢ ΟΥΑΛΛΕΡΙΑΝΟΣ τῷ πόθῳ τῶν Μαρτύρων τελειοῦται.
Οὐαλλέριος ἐκ πόθου τῶν Μαρτύρων
Θνῄσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Μαρτύρων.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΛΟΥΚΙΑΝΟΣ καὶ ΖΩΤΙΚΟΣ ξίφει τελειοῦνται.
Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως
Ἐρᾶν ἐποίει καὶ στεφανοῦντος ξίφους.
✥ Ὁ Ἅγιος Μάρτυς ΗΛΕΙ ξίφει τελειοῦται.
Λύπῃ παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον.
Ἠλεὶ δὲ Μάρτυς σὺν χαρᾷ θνῄσκει ξίφει.
ΛΟΥΚΙΑΝΟΣ, ΖΩΤΙΚΟΣ καὶ ΗΛΕΙ οἱ Ἅγιοι Μάρτυρες ἦσαν ἐν τῇ πόλει Τομέων, κατὰ προσταγὴν δὲ τοῦ ἡγεμόνος Μαξίμου πολλὰς βασάνους ἔλαβον πρότερον, ὕστερον δὲ ἀπεκεφαλίσθησαν· ὅλοι δὲ οἱ ἀνωτέρω Μάρτυρες ἔλαβον τὸ μαρτυρικὸν τέλος κατὰ τοὺς χρόνους Λικινίου τοῦ τυράννου, ἐν ἔτει τιε’ (315).
✥ Ὁ Ὅσιος πατὴρ ἡμῶν ΠΕΤΡΟΣ ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται.
Ραγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου,
Πρὸς ἀρραγῆ μετῆλθε τὸν Θεὸν πέτραν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΙΕΡΟΘΕΟΥ τοῦ Νέου τοῦ ἀσκήσαντος ἐν τῇ τοῦ Ἄθω Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν εἰρήνῃ τελειωθέντος.
Ἱερόθεε, ἱερὸς τῷ Θεῷ γίνῃ,
Κτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις.
Τρίτῃ καὶ δεκάτῃ Ἱερόθεος εἰσέδραμεν ἄστυ θεοῖο.