✥ Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς τῆς Ἁγίας Μάρτυρος ΧΑΡΙΤΙΝΗΣ.
Ὅπερ δι’ εὐχῆς εἶχε σαρκὸς τὴν λύσιν,
Ἰδοὺ δι’ εὐχῆς λαμβάνει Χαριτίνη [1].
Τὸ Μαρτύριον αὐτῆς συνέγραψεν Ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Ἐκράτει ποτέ…» (σῴζεται ἐν τῇ Μέγίστῃ Λαύρᾳ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων, καὶ ἐν ἄλλαις). Ἁπλοποιημένον εὑρίσκεται εἰς τὸν «Ἐφραίμ», ἐξ οὗ παραληφθὲν παρατίθεται ἐνταῦθα διασκευασμένον κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΜΑΜΕΛΧΘΑ λίθοις βληθεῖσα τελειοῦται.
Ὁμοῦ λελουμένην με, Χριστέ, προσδέχου,
Μαμέλχθα φησί, καὶ λίθοις βεβλημένην.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὀπτασία ΚΟΣΜΑ Μοναχοῦ φοβερὰ καὶ ὠφέλιμος.
Πενθῶ κολάσεις τὰς ξένας ὧδε βλέπων,
Χαίρω δὲ αὖθις τὰς ἀναπαύσεις βλέπων.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ διήγησις περὶ τῆς εὑρέσεως καὶ ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΕΥΔΟΚΙΜΟΥ τοῦ νεοφανοῦς, τοῦ ἐκ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου.
Παρ’ ἐλπίδα εὕρομεν τὰ λείψανά σου,
Εὐδόκιμε Ὅσιε, χάριτος πλήρη.
Ἐλήφθη ἐκ χειρογράφου Μελετίου Ἱεροδιακόνου Βατοπαιδινοῦ, διεσκευάσθη δὲ κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΜΕΘΟΔΙΑΣ τῆς ἐν Κιμώλῳ τῇ νήσῳ ἀσκητικῶς διαλαμψάσης.
Μέθοδον ζωῆς ὁσίας ἠσκημένη
Χριστῷ πρόσεισιν ὁσίως Μεθοδία.
Ὀκτωβρίοιο πέμπτῃ Μεθοδίας ἦτορ ἔνθεν ἤρθη.
Τὸ Συναξάριον καὶ ὁ ἐνταῦθα παρατιθέμενος Βίος τῆς Ὁσίας Μεθοδίας, ἀνέκδοτα ἄχρι πρό τινος, καταχωρίζονται τὸ πρῶτον ἐν τῷ Συναξαριστῇ ἐν τῇ παρούσῃ δευτέρᾳ ἐκδόσει τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας». Τὸν Βίον αὐτῆς συνέγραψε ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης βάσει βιογραφήματος τοῦ Μητροπολίτου Κῴου κ. Ἐμμανουὴλ, ἀποτελεῖ δὲ οὗτος ἀπόσπασμα τοῦ ἔργου τοῦ ἰδίου συγγραφέως «Ὑμνολογικὰ καὶ Συναξαριακὰ Κυκλάδων» δημοσιευθέντος τὸ πρῶτον ἐν ἔτει 1962 ἐν τῇ «Βιβλιοθήκῃ τῆς Ἑταιρείας Κυκλαδικῶν Μελετῶν», ἀρ. 4. Εἰς ἰδιαιτέραν φυλλάδα, μετὰ ἐγκριτικῆς ἐπιστολῆς τοῦ Πατριάρχου Ἀλεξανδρείας κ.κ. Χριστοφόρου, ἐξεδόθη ὑπὸ Ἰωάννου Σπ. Ράμφου Πρωτοπρεσβυτέρου ἐν Ἀθήναις 1962. Τὴν Ἀκολουθίαν αὐτῆς συνέθεσεν ὁ αὐτὸς Πατὴρ Γεράσιμος Μικραγιαννανίτης ἐκδοθεῖσαν τύποις εἰς ἰδιαιτέραν ἐπίσης φυλλάδα ἐν Ἀθήναις ἐν ἔτει 1947 ὑπὸ Π. Παπαδοπούλου μετὰ προλόγου τοῦ Μητροπολίτου πρ. Μεσσηνίας Πολυκάρπου τοῦ Σιφνίου.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν ΠΕΤΡΟΥ, ΑΛΕΞΙΟΥ καὶ ΙΩΝΑ Μητροπολιτῶν Μόσχας καὶ πάσης Ρωσίας τῶν θαυματουργῶν Ρώσων.
ΕΠΙΣΤΡΟΦΗ
Ὑποσημειώσεις
[1] Σημείωσαι, ὅτι τὸ ἴδιον τοῦτο δίστιχον εὑρίσκεται καὶ εἰς τὴν συνώνυμον αὐτῆς Χαριτίνην, κατὰ τὴν τετάρτην τοῦ Σεπτεμβρίου.