Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ Πέμπτῃ τῆς ἕκτης ἑβδομάδος ἀπὸ τοῦ Πάσχα τὴν εἰς οὐρανοὺς Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἐκ δεξιᾶς καθίσας πατρικῆς, Λόγε,
Μύσταις παρέσχες πίστιν ἀσφαλεστέραν.
Κατά τινας διδασκάλους ἡ ἑορτὴ τῆς εἰς οὐρανοὺς ἐνδόξου τοῦ Χριστοῦ Ἀναλήψεως εἶναι ἡ μεγίστη πασῶν τῶν Δεσποτικῶν ἑορτῶν, διότι σήμερον ἔλαβε τέλος ὁ σκοπὸς ὅλος τῆς ἐνσάρκου οἰκονομίας, ὅστις ἦτο νὰ ἀναβιβάσῃ τὴν καταπεσοῦσαν φύσιν τῶν ἀνθρώπων εἰς αὐτὰ τὰ ἐπουράνια, λέγουσι δὲ οἱ φιλόσοφοι ὅτι πανταχοῦ τὸ τέλος τιμιώτερόν ἐστι τῶν πρὸ τοῦ τέλους.
Λόγος εἰς τὴν Σωτήριον ΑΝΑΛΗΨΙΝ τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ Θησαυροῦ Δαμασκηνοῦ τοῦ Ὑποδιακόνου καὶ Στουδίτου, τοῦ μετέπειτα Ἐπισκόπου Λιτῆς καὶ Ρενδίνης καὶ εἶτα Μητροπολίτου Ναυπάκτου καὶ Ἄρτης χρηματίσαντος, διεσκευασμένος κατὰ τὴν φράσιν.
Λόγος Πανηγυρικὸς εἰς τὴν Ἔνδοξον ΑΝΑΛΗΨΙΝ, τοῦ Ἠλίου Μηνιάτη Ἐπισκόπου Κερνίκης καὶ Καλαβρύτων.