✥ Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνὸς ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ.
Ἔχεις, Σιών, πάμπολλα θεῖα καὶ ξένα,
Νεκρὸν Στεφάνου δὸς πόλει Κωνσταντίνου.
Δευτερίῃ νέκυος Στεφάνου γίνετ’ ἀνακομιδή.
ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ ΕΙΣ ΕΥΡΕΣΙΝ Τ. ΛΕΙΨΑΝΟΥ
ΕΓΚΩΜΙΟΝ ΕΠΙ ΚΑΤΑΘΕΣΕΙ Τ. ΛΕΙΨΑΝΟΥ
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ εὕρεσις τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων ΜΑΞΙΜΟΥ, ΔΑΔΑ καὶ ΚΥΝΤΙΑΛΙΑΝΟΥ.
Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε, σὺ κρύψας ἔχε.
ΜΑΞΙΜΟΣ, ΔΑΔΑΣ καὶ ΚΥΝΤΙΛΛΙΑΝΟΣ οἱ Ἅγιοι Μάρτυρες ἤκμασαν κατὰ τοὺς χρόνους τῶν βασιλέων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει σϟϛ’ (296) εἰς πόλιν καλουμένην Δορύστολον, ἐν τῇ χώρᾳ τῆς δευτέρας Μοισίας· παρασταθέντες δὲ εἰς τὸν ὕπατον Ταρκύνιον, καὶ μὴ θελήσαντες νὰ θυσιάσωσιν εἰς τὰ εἴδωλα ἐδάρησαν, καὶ ἔπειτα ὁδηγηθέντες εἰς τόπον καλούμενον Ὀζοβίαν, ἐκεῖ ἀπεκεφαλίσθησαν κατὰ τὴν δεκάτην τρίτην τοῦ Ἀπριλίου. Ἐκρύπτοντο λοιπὸν τὰ λείψανα τούτων ἐπὶ πολὺν χρόνον· ὕστερον δὲ ἀπεκαλύφθησαν ταῦτα διὰ θείου Ἀγγέλου, κατὰ τὴν δευτέραν ταύτην τοῦ Αὐγούστου μηνός, τὰ ὁποῖα καὶ μέχρι σήμερον εὑρίσκονται εἰς τὸν οἶκον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, εἰς τόπον λεγόμενον τοῦ Βιγλεντίου, ὅπου καὶ ἡ τούτων γίνεται Σύναξις καὶ ἑορτή [1].
✥ Τὰ ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ ΙΩΑΝΝΟΥ τοῦ ΘΕΟΛΟΓΟΥ, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Εκκλησίας.
Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν,
Ἰωάννη πάνσοφε ἠγαπημένε.
✥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΩΚΑ.
Φωκᾶς ὁ Μάρτυς ἐκλιπὼν γῆς χωρίον,
Νῦν ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.
✥ Μνήμη τοῦ ἐν εὐσεβεῖ τῇ λήξει γενομένου βασιλέως ΙΟΥΣΤΙΝΙΑΝΟΥ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις.
Οὐκ ἐμποδών σοι σκῆπτρον ὤφθη, ὦ Ἄναξ,
Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Ὁ δὲ ἀοίδιμος Δοσίθεος ὁ Ἱεροσολύμων ἀπολογούμενος διὰ τὸν μέγαν Ἰουστινιανὸν λέγει, ὅτι ἐξ ἀγνοίας περιέπεσεν εἰς τὴν ἀνωτέρω αἵρεσιν τῶν Ἀφθαρτοδοκητῶν (τοῦτο ἔπαθον καί τινες τῶν Ἁγίων), ἐπειδὴ κατὰ πολλοὺς καὶ διαφόρους τρόπους ἐγνωρίσθη ἡ ἐν πᾶσιν ὀρθοδοξία αὐτοῦ. Τοῦτο βούλεται καὶ ὁ Εὐστάθιος εἰς τὸν βίον τοῦ Πατριάρχου Εὐτυχίου, ἔνθα σημειοῖ ὅτι ὁ Ἰουστινιανός, συζητητικὸς ὢν περὶ τῶν θείων δογμάτων, νυκτὸς καὶ ἡμέρας διὰ συλλογιστικῶν ἀποδείξεων καὶ μαρτυριῶν γραφικῶν ἐτροποῦτο τοὺς αἱρετικούς· εἰς τοῦτο συνᾴδουσι καὶ τὰ πρὸς αὐτὸν κεφάλαια τοῦ Ἀγαπητοῦ Διακόνου. Ἀλλὰ καὶ ἡ ἕκτη Οἰκουμενικὴ Σύνοδος λέγει περὶ τῆς πέμπτης Συνόδου. «Ἡ ἁγία Σύνοδος ἡ ὑπὸ τοῦ σεβασμίας μνήμης Ἰουστινιανοῦ ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα Πράξει τετάρτῃ»· καὶ πάλιν λέγει· «χρῆσις τοῦ ἐν Ἁγίοις Ἰουστινιανοῦ πρὸς Ζώϊλον Πατριάρχην Ἀλεξανδρείας, Πράξει δεκάτῃ».
Καὶ ὁ Πάπας Ἀγάθων ἐν τῇ πρὸς τὸν Πωγωνᾶτον ἀναφορᾷ μέγαν ποιεῖ ἔπαινον τοῦ Ἰουστινιανοῦ ἐπ’ εὐσεβείᾳ καὶ οἱ Πατριάρχαι τῆς Ἀνατολῆς ἐν τῇ πρὸς Ταράσιον Κωνσταντινουπόλεως λέγουσιν· «Ὁ Ἰουστινιανὸς σοφὸς ἄναξ καὶ ἐν βασιλεῦσιν Ἅγιος καὶ μακαριστός». Περ. μέντοι τοῦ προβλήματος (τῆς Ἀφθαρτοδοκήσεως δηλαδὴ) ἡ καθολικὴ Ἐκκλησία ὁμολογεῖ τὸν Θεὸν Λόγον εἰληφέναι ἀληθινὴν σάρκα, παθητήν, ἀναμάρτητον, σὺν πᾶσιν αὐτῆς τοῖς παθήμασιν (ἀδιαβλήτοις δηλαδὴ) καὶ τοῖς ἰδιώμασι τοῖς χαρακτηριστικοῖς, καὶ τοῖς ἀφοριστικοῖς γνωρίσμασι τῆς ἀνθρωπίνης ἡμῶν φύσεως, ἅτινα διὰ τὸ ἔχειν ἦν καὶ φύσει τέλειος ἄνθρωπος ἐν δυσὶ φύσεσι καὶ θελήσεσι γνωριζόμενος Θεὸς καὶ ἄνθρωπος. Καὶ γὰρ κατὰ τὸν μακάριον Κύριλλον «Σεσάρκωται ὁ Λόγος καὶ τῆς οἰκείας ἀϋλότητος οὐκ ἐξέστη καὶ ὅλος σεσάρκωται, καὶ ὅλος ἐστὶν ἀπερίγραπτος σμικρύνεται σωματικῶς καὶ συστέλλεται (ἴσως οὐ συστέλλεται), θεϊκῶς ὅμως ἐστὶν ἀπερίγραπτος».
Προσφυέστατον δὲ καὶ ἁρμοδιώτατον εἰς τὴν παροῦσαν ὑπόθεσιν εἶναι ἐκεῖνο, ὅπερ γράφει ὁ σοφὸς Κύρου Θεοδώρητος, ἑρμηνεύων τὸ λόγιον ἐκεῖνο τοῦ ρηʹ ψαλμοῦ τὸ «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου». Λέγει λοιπόν· «Ἀχώριστον ἡ θεία φύσις, ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρωπείᾳ Φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν· ράδιον μὲν γὰρ ἦν αὐτῷ ἀθάνατον αὐτήν, ἣν ἂν ἔλαβεν, ἀπεργάσασθαι φύσιν· ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ Κόσμου τὸ πάθος, μετὰ τὸ πάθος, τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε». Καὶ παρακατιών· «Ἡνίκα φθαρτὴν εἶχε τὴν αὐτὴν φύσιν, ἀνθρωπίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι». Ὁ δὲ Νικηφόρος λέγει, ὅτι ὁ Ἰουστινιανὸς ἐκ τοῦ ἔρωτος καὶ τῆς ἀγάπης πρὸς τὸν Χριστὸν εἶπεν, ὅτι εἶχε σῶμα ἄφθαρτον (τοῦτο ὅμως δὲν παροδέχεται ὁ ρηθεὶς Δοσίθεος).
Ἐπὶ τούτου τοῦ Ἰουστινιανοῦ ἔλαβεν ἀρχὴν νὰ ἐπιτελῆται ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς· αὐτὸς λέγουσιν ὅτι εἶναι ὁ ποιητὴς τοῦ: «Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ». Περὶ τούτου ἱστορεῖ ὁ Κεδρηνός, ὅτι δηλαδὴ ὁ Ἰουστινιανὸς οὗτος κτίσας τὸν ἐν Κωνσταντινουπόλει μεγαλοπρεπέστατον Ναόν, ἀφιέρωσεν αὐτὸν εἰς τὴν Σοφίαν τοῦ Θεοῦ, διὸ ἐνομοθέτησε νὰ ψάλληται ἐν τῇ Λειτουργίᾳ τὸ τροπάριον, «Ὁ μονογενής», ἐπειδὴ αὐτὸ ἀνακηρύττει τὴν Σοφίαν τοῦ Θεοῦ καὶ Πατρός, ἤτοι τὸν Υἱὸν καὶ Λόγον αὐτοῦ, τὸν ἐκ τῆς ἁγιωτάτης καὶ ἀειπαρθένου Μαρίας ἐνανθρωπήσαντα (καίτοι ἄλλοι λέγουσιν ὅτι ἐποίησε τοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ἢ ἡ Τρίτη Οἰκουμενικὴ Σύνοδος). Ὅθεν γράφει ὁ Σουΐδας ὅτι ἐζωγραφεῖτο ἔφιππος, εἰς μὲν τὴν ἀριστερὰν χεῖρα κρατῶν σφαῖραν μετὰ τοῦ Σταυροῦ, τὴν δεξιὰν δὲ ἔχων τεταμένην, οἱονεὶ τοὺς Πέρσας ἐκφοβῶν, ἵνα μὴ εἰσέλθωσιν εἰς τὰς ρωμαϊκὰς ἐπαρχίας (βλέπε σελ. 442 καὶ 510 τῆς Δωδεκαβίβλου καὶ σελ. 88 τοῦ βʹ Τόμου τοῦ Μελετίου). Βλέπε καὶ εἰς τὴν ιʹ (10ην) Ἰουλίου ἐν τῇ σχετικῇ ὑποσημειώσει τοῦ Συναξαρίου τῶν δέκα χιλιάδων Ὁσίων ἐν τόμῳ Ζʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», καθὼς καὶ ἐν τόμῳ Γʹ εἰς τὴν δʹ (4ην) Μαρτίου ἐν τῷ Συναξαρίῳ τοῦ Ὁσίου Γερασίμου.
✥ Μνήμη τοῦ Ἁγίου ΒΑΣΙΛΕΙΟΥ τοῦ διὰ Χριστὸν σαλοῦ ἐν Μόσχᾳ τοῦ θαυματουργοῦ Ρώσου.
Ὑποσημειώσεις
[1] Βλέπε μνήμην τῶν Ἁγίων εἰς τὴν 13ην Ἀπριλίου ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».