ΕΝ παντὶ καιρῷ τῶν μαρτυρικῶν ἀγώνων οἱ πόνοι νεάζοντες, καὶ τὰς πενομένας ἐν ρήμασι γλώττας λαλεῖν ἀναγκάζουσιν· ἐκτήσαντο πολιτείαν εὐάρεστον, καὶ μετὰ θάνατον λάμπουσι, κεχωσμένοι τοῖς μνήμασι· πρὸς ἡμᾶς διαλέγονται, καὶ ὁ Θεὸς ἐν αὐτοῖς ὡς ἐπὶ θρόνου καθέζεται· δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ὅθεν Λουκᾶς ἐγκωμιάζων τὸν Πρωτομάρτυρα Στέφανον, δείκνυσι τὴν ἐπ’ αὐτῷ γενομένην χάριν τῆς ἀρρήτου δυνάμεως· τί γάρ φησι; Στέφανος πλήρης πίστεως καὶ δυνάμεως Θεοῦ ὤν, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτῷ. Στέφανος πλήρης πνεύματος καὶ δυνάμεως Θεοῦ ὤν, ὅλως ἦν παμμακάριστος.
Στέφανος ὡς εὐάνθητος ὁλκὰς πεπληρωμένη καλῶς, ἡ τοῦ Παναγίου Πνεύματος αὐτὸν περιέσχε λαμπρότης ἡ τῆς τοῦ Θεοῦ δυνάμεως ἁγιότης αὐτὸν περιήστραψεν· ἡ τοῦ Χριστοῦ πανταχόθεν αὐτὸν κατεφώτιζε χάρις· τὸ τῶν θαυμάτων περιέσκεπε φέγγος ἡ τῆς θείας χάριτος αὐτὸν περιεκύκλωσε μεγαλοπρέπεια· πανταχόθεν ἐξ αὐτοῦ μεγαλουργημάτων ἐξεπήδων σπινθῆρες· ἔνθεν ποσὶ χωλοῖς ἐχαρίζετο ὑγεία· ἐκεῖθεν φῶς τυφλοῖς περιέπιπτεν· ἀλλαχόθεν ἀρρωστιῶν ἀπεδίωκε νόσους, τὰ τῶν δαιμονιώντων ἑτέρωσεν ἐκαθάριζε μέλη· παραλελυμένων συνεδέσμει τὰ νεῦρα· τῆς θεραπείας τῶν πτωχῶν περιενοεῖτο, τῶν χηρῶν ἦν ὡς ἀνήρ, καὶ τῶν ὀρφανῶν ὡς πατὴρ ἐπεμελεῖτο· ὁ λόγος ἀπαγγέλλει τοῦ Πρωτομάρτυρος Στεφάνου τὴν χάριν, ἡ παναγία κατ’ αὐτὸν ἔφησε βίβλος· «ἐποίει γάρ, φησι, τέρατα καὶ σημεῖα ἐν τῷ λαῷ μεγάλα».
Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς Ἰουδαίους ἐπεδείκνυτο μῖσος, ὑπὲρ Χριστοῦ προς αὐτοὺς συνέχυνε τοὺς Ἰουδαίους· καὶ σκότος αὐτῶν ἦν καθὼς ὁ λόγος ἡμῖν ἐφανέρωσεν· οὐκ εἰδότες οἱ παμμίαροι, ὅτι καὶ θεοπτίας αὐτῷ γενήσονται πρόξενοι· καὶ φωνῆς αὐτῶν πολεμίας ἀκούσουσι τῆς τοῦ ὑπ’ αὐτῶν σταυρωθέντος, τῆς θείας ἐκ δεξιῶν ἑστῶτα δυνάμεως ἐπὶ πάντων βρώσης, καὶ δι’ αὐτοῦ τῆς εὐσεβείας ἀνοίξας τὸ στάδιον, καὶ πάντας αὐτοῦ κατόπιν ἐρεθίσῃ βαδίζειν·