ὡς γὰρ εἶδεν αὐτὸν ὁ διάβολος τὴν τηλικαύτην τῆς χάριτος περικείμενον δόξαν, καὶ τὰς τῶν θαυμάτων ἀπολάμποντα ἀκτῖνας, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ θεοπρεπῶς φωτιζόμενον· καὶ τῆς χάριτος ἄξιον κειμήλιον· καὶ τῶν πενήτων ἄκλοπον γαζοφυλάκιον· καὶ πρῶτον ὄντα τῶν ἑπτά, τῶν κληθέντων ὑπὸ τῶν Ἀποστόλων χάριτι· καὶ γνήσιον τῶν μαθητῶν μαθητήν· καὶ πρὸς τὴν τοῦ Σταυροῦ νωτοφορίαν γοργόν· τὸν τῶν Ἰουδαίων κατ’ αὐτοῦ εὐθέως ἀνερρίπισε δῆμον· καὶ μάρτυρας κατασκευάσαντες ψευδεῖς ἐκεῖνοι κατ’ αὐτοῦ, ὡς ρήματα βλάσφημα λαλοῦντος κατὰ τοῦ Θεοῦ καὶ τοῦ νόμου καὶ τὰ ἐξῆς καὶ ὅλων αὐτῶν τῶν δυσσεβῶν λίθον ἐπεκύλισε, καὶ ταῖς τῶν ψευδομαρτύρων αὐτῶν κατηγορίαις ἐτόξευσεν.
Ἐκ τούτου γέγονε δῆλος ἐπὶ πάντας ὁ Στέφανος· τὰς θείας αὐτοῖς ὑπαναγινώσκων Γραφάς, καὶ τοὺς ἐξ Ἀβραὰμ ὑφηγεῖται καιρούς· καὶ φανεροῖ τὸ περὶ τοὺς Προφήτας αὐτῶν καὶ τοὺς δικαίους μῖσος, καὶ τὸν περὶ τὸν νόμον αὐτῶν οὐκ ἀπέρριψε φθόνον ἐφ’ οἷς πάντες κοινῇ πυρακτωθέντες, πρὸς τὸν κατ’ αὐτοῦ κατέδραμον θάνατον, καὶ τῆς πόλεως ἔξω ἐκβαλόντες, οὐ γὰρ ἦσαν ἄξιοι τοιούτου κάλλους ἀρετῶν ἀπολαβεῖν, ταῖς τῶν λίθων βολαῖς κατετόξευον, ἐπικαλούμενον καὶ λέγοντα· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην». Ἔδειξε καὶ διὰ τούτων τῶν φωνῶν μαθητὴν ἑαυτὸν τοῦ Χριστοῦ δοκιμώτατον ὁ Στέφανος, κατόπιν τῆς ἐκείνου μακροθυμίας ἐλθών· ὡς γὰρ ὁ τῶν ὅλων Δεσπότης ἐπὶ τὸ πάθος ἑκουσίως ἑλκόμενος, κατήλλαττε τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, τῷ Πατρὶ λέγων· «Πάτερ, ἄφες αὐτοῖς οὐ γὰρ οἴδασι τί ποιοῦσι».
Οὕτω καὶ ὁ παμμακάριστος Στέφανος, τὸ τῆς καθοσιώσεως φυλάττων ὡς δοῦλος, τὰς ὑπὲρ τῶν τιμωρούντων αὐτὸν πρεσβείας πρὸς Χριστὸν προεβάλλετο· «Κύριε», λέγων «μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην». Αὐτὸς γὰρ ἦν διαπαντὸς τοῖς πιστοῖς τῆς εὐσεβείας διδάσκαλος· ὁ πρῶτος ἀνοίξας τῆς εὐσεβείας τὸ στάδιον· ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ διὰ πάντα προσαγορευόμενος Στέφανος· ὁ καὶ τῆς κλήσεως ἄξιος· ὁ καὶ τὸ ὄνομα κοσμῶν, καὶ ὑπὸ τῆς προσωνυμίας αὐτοῦ λαμπρυνόμενος, ὁ τὸν Βασιλέα καταξιωθεὶς ἰδεῖν Χριστὸν ὁ Πρωτομάρτυς Στέφανος καὶ ἕτερος Ποοφήτης φησίν· «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, ἐπ’ ἐμὲ ἐλογίσαντο βουλὴν πονηράν». Ὦ πρᾶγμα φρικῶδες καὶ τόλμης φοβερὸν κατὰ τοῦ Ἁγίου Στεφάνου. Ὦ Ἰουδαῖοι ἄνομοι, ἐκρεμάσατε τὸν ὑψώσαντα ὑμᾶς, καὶ ὑβρίσατε τὸν δοξάσαντα ὑμᾶς, τὸν Δεσπότην ἡμῶν Ἰησοῦν Χριστόν! Ὦ Ἰουδαῖοι ἄνομοι, ἐκρεμάσατε τὸν ὑψώσαντα ὑμᾶς; καὶ ἐσταυρώσατε; τὸν φυλάξαντα ὑμᾶς, καὶ ἀπεκτείνατε τὸν ζωοποιήσαντα ὑμᾶς;