Δεκεμβρίου Θ’ (9η)

Τῇ Θ’ (9ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ Σύλληψις τῆς Ἁγίας ΑΝΝΗΣ μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις·
Χαρὰν γὰρ ἔνδον, Ἄννα, κοιλίας φέρεις,
Τῇ δ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

Κατὰ τὴν ἡμέραν ταύτην γίνεται τὸ χειμερινὸν ἡλιοστάσιον (ἡ μεγαλυτέρα νύξ), ἄρχεται δὲ ἀπὸ ταύτης ὁ Ἥλιος νὰ στρέφεται πρὸς τὰ βόρεια μέρη καὶ νὰ αὐξάνῃ εἰς ἡμᾶς ἡ ἡμέρα.

Εἰς τὴν Σύλληψιν τῆς Ἁγίας Ἄννης ἔπλεξαν ἐγκώμια ἑλληνικὰ ὁ Γεώργιος Νικομηδείας, οὗ ἡ ἀρχή· «Οὐρανῶν ἡ γῆ ταῖς τῆς Χάριτος μαρμαρυγαῖς» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τοῦ Διονυσίου καὶ ἐν τῷ πρώτῳ πανηγυρικῷ τῆς Μονῆς τοῦ Βατοπεδίου), ὁ Πέτρος Ἄργους, Λέων ὁ Σοφός, Ἰωάννης Μοναχὸς Εὐβοίας (ἀκμάσας περὶ τὸ 740) καὶ ἄλλοι. Εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ἐγκώμιον ἐφιλοπόνησεν ὁ σύγχρονος τοῦ Ὁσίου Νικοδήμου καὶ ἐν Ἁγίῳ Ὄρει ἀσκήσας σοφὸς διδάσκαλος Χριστοφόρος ὁ Προδρομίτης. Τὸν Κανόνα τῆς ἑορτῆς συνέθεσεν ὁ Ἅγιος Ἀνδρέας ὁ Κρήτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Προφήτιδος ΑΝΝΗΣ τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.

Τί σου ἐπαινέσειεν, Ἄννα, τίς πλέον;
Τὸ καρτερόφρον; ἢ τὸ τῆς εὐτεκνίας;

Εἰς τὴν Ἄνναν ταύτην πέντε λόγους ἔγραψεν ὁ Χρυσοστομικὸς κάλαμος περιεχομένους ἐν τῷ πέμπτῳ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως ἢ 54ῳ τῆς ἐκδόσεως τοῦ Ἀββᾶ Migne εἰς ἣν καὶ οἱ κατωτέρω ἀριθμοὶ στίχων ἀναφέρονται· καὶ ὁ μὲν πρῶτος ἄρχεται οὕτως· «Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς»· (στ. 631-643)· ὁ δὲ δεύτερος· «Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ» (στ. 613-652) ὁ τρίτος· «Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικός» (στ. 652-660), ὁ τέταρτος· «Οὐκ οἶδα ποίοις χρήσομαι λόγοις σήμέρον» (στ. 660-668), ὁ δὲ πέμπτος· «Μάτην, ὡς ἔοικε, τοὺς τῇ προτέρᾳ συνάξει παραγενομένους ἡμῖν παρεκαλέσαμεν» ἢ ἐν ἄλλαις ἐκδόσεσιν «Οἱ θησαυροὺς ἀνορρύττοντες ἐν τῷ κόσμῳ, ἀγαπητοὶ» (στ. 669-676).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΣΤΕΦΑΝΟΥ τοῦ νεολαμποῦς τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπᾳ κειμένου.

Ἐξήγαγες γῆς τὸν Στέφανον καὶ βίου,
Στέφει δὲ δόξης ἐστεφάνωσας, Λόγε.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΣΩΣΙΘΕΟΣ ξίφει τελειοῦται.

Σωσίθεον σωθεῖσιν ἐγγράφει Λόγος,
Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.

 

Ὁ Ἅγιος Μάρτυς ΝΑΡΣΗΣ ὁ Πέρσης ξίφει τελειοῦται.

Πέρσης κάραν σοι Ναρσῆς, Χριστέ, προσφέρει,
Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.

 

Ὁ Ἅγιος Μάρτυς ΙΣΑΑΚ ξίφει τελειοῦται.

Πάθους τὸ λεῖπον Ἰσαάκ, Σάρρας τέκνον,
Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.

   

ΕΠΙΣΤΡΟΦΗ