✥ Τῇ Δ’ (4ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΑΝΔΡΕΟΥ Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλεν.
Λόγον δὲ ἐγκωμιαστικὸν ἔπλεξεν εἰς τὴν ἱερὰν κεφαλὴν τοῦ μεγάλου τούτου Ἀνδρέου ὁ Ὁσιώτατος καὶ ἐλλογιμώτατος ἐν Μοναχοῖς Ἰωσὴφ ὁ Καλοθέτης οὗ ἡ ἀρχή· «Οὐ δίκαιόν ἐστιν, ὥς γέ μοι δοκῶ, οὐδὲ προσῆκον». Περιέχεται ὁ λόγος οὗτος ἐν τῇ χειρογράφῳ ἰδιαιτέρᾳ βίβλῳ τοῦ αὐτοῦ Καλοθέτου, σῳζομένῃ κατὰ τὴν Ἱερὰν Μονὴν τοῦ Παντοκράτορος. Ἤκμασε δὲ ὁ Καλοθέτης ἐπὶ βασιλείας Ἀνδρονίκου τοῦ δευτέρου τῶν Παλαιολόγων, σύγχρονος καὶ συναγωνιστὴς ὢν Γρηγορίου τοῦ Θεσσαλονίκης κατὰ τῆς Ἀκινδύνου αἱρέσεως, ἐν ἔτει ͵ατλβʹ (1332). Ἐν δὲ τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων σῴζεται καὶ ἄλλο ἐγκώμιον εἰς αὐτόν, οὗ ἡ ἀρχή· «Οὐ θεμιτόν ἐστιν οὐδὲ ὅσιον τὰς τῶν δικαίων», συγγραφὲν παρὰ Νικήτα Πατρικίου καὶ Κιαίστορος τοῦ πανευφήμου, ὅπερ σῴζεται καὶ ἐν τῇ Μεγίστῃ Λαύρᾳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΘΕΟΔΩΡΟΥ Ἐπισκόπου Κυρήνης.
Ἐπὶ σκότους θανόντι τῷ Θεοδώρῳ
Τὸ τοῦ προφήτου πρώιμον φῶς ἐρράγη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΚΥΠΡΙΛΛΗΣ τῆς συναθλησάσης μετὰ τοῦ Ἀγίου Θεοδώρου καὶ διὰ ξεσμῶν τελειωθείσης.
Τονοῖ Κυπρίλλαν πρὸς πάλην τὴν πρὸς ξέσεις,
Ὁ συμπαλαίσας Ἰακὼβ Θεὸς πάλαι.
✥ Ἡ Ἁγία ΑΡΟΑ καὶ ΛΟΥΚΙΑ αἱ ὡς ἄνω ξίφει τελειοῦνται.
Ἔδειξαν ἡμῖν Ἀρόα καὶ Λουκία,
Ὡς καὶ κόραι σθένουσι καρτερεῖν ξίφος.
✥ Ἡ Ἁγία ΑΣΚΛΗΠΙΑΣ ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκληπιὰς ἄμισθος Ἀσκληπιάδης,
Παύουσα προῖκα καὶ τετμημένη νόσους.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΘΕΟΦΙΛΟΣ ξίφει τελειοῦται.
Θεόφιλος ἐξαφαιρεῖται κάραν,
Θεὸν φιλήσας καὶ πλέον ζωῆς φίλης.
✥ Ὁ Ὅσιος ΜΕΝΙΓΝΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Μένιγνος ἐκπλεῖ τὸν θαλαττώδη βίον,
Εὑρὼν ἀρίστους τοὺς Νόας κωπηλάτας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΜΑΡΘΑ ἡ μήτηρ τοῦ Ὁσίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει, ἐν εἰρήνῃ τελειοῦται.
Κἂν οὐ μεριμνᾷ οἰδὲ τυρβάζῃ, Μάρθα,
Ἔχει τὰ λοιπὰ καὶ τελευτὴν τῆς Μάρθας.
✥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΘΕΟΔΟΤΟΥ.
Δοὺς τὴν κεφαλὴν τῷ Θεῷ Θεόδοτε,
Ζωὴν ἔλαβες, ἥτις οὐκ ἔχει πέρας.
✥ Μνήμη τοῦ Ἁγίου ΔΟΝΑΤΟΥ Ἐπισκόπου Λιβύης.
Δονάτος ἔργοις πρὶν δονήσας Λιβύην,
Ἤδη κατοικεῖ, οὗ δόνησις οὐκ ἔνι.