✥ Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Τήρωνος.
Τήρων ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν ἀρτίκαυστος ὁπλίτης,
Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα φλεγέθουσιν.
Τὸ Ἑλληνικὸν Μαρτύριον τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Μαξιμιανῷ καὶ Μαξιμίνῳ». Τοῦτο μετήνεγκεν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ὁ Ἱερὸς Δαμασκηνὸς ὁ Στουδίτης, Ὑποδιάκονος τότε καὶ μετέπειτα Ἐπίσκοπος Λιτῆς καὶ Ρενδίνης. Τύποις ἐξεδόθη μετ’ ἄλλων ἐν τῷ «Θησαυρῷ» τοῦ Δαμασκηνοῦ, ἐξ οὗ καὶ παρελήφθη, παρατίθεται δὲ διεσκευασμένον κατὰ τὴν φράσιν μετὰ προσθήκης θαυμάτων τινῶν ληφθέντων ἐκ τῶν ἐν συνεχείᾳ ἀναφερομένων ἐγκωμίων τοῦ Ἁγίου. Εἰς τὴν κορυφὴν τοῦ Ἁγίου τούτου Μεγαλομάρτυρος Θεοδώρου ἐγκώμιον ἔπλεξεν ὁ θεῖος Νύσσης Γρηγόριος, οὗ ἡ ἀρχή· «Ἡμεῖς ὁ τοῦ Χριστοῦ λαός, ἡ ἁγία ποίμνη» (σῴζεται ἐν τοῖς ἐκδεδομένοις καὶ ἐν τῷ δευτέρῳ πανηγυρικῷ τῆς ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου). Τοῦτο τὸ ἐγκώμιον μετέφρασεν εἰς τὸ ἁπλοῦν ὁ ἀείμνηστος διδάσκαλος Χριστοφόρος ὁ Προδρομίτης, εὑρίσκεται δὲ εἰς τὸ ἐν Καρυαῖς κελλίον τῶν Ἁγίων Θεοδώρων· ἐκεῖ εὑρίσκεται καὶ λόγος τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Πατριάρχου Κωνσταντινουπόλεως μεταφρασμένος εἰς τὸ ἁπλοῦν, διαλαμβάνων διὰ τίνα ἀφορμὴν ἑορτάζεται ἰδιαιτέρως κατὰ τὸ πρῶτον Σάββατον τῶν Νηστειῶν ὁ Ἅγιος οὗτος Θεόδωρος ὁ Τήρων (βλέπε ἐν τόμῳ ΙΓ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Τὴν Ἀκολουθίαν τοῦ Ἁγίου τούτου Θεοδώρου τοῦ Τήρωνος συνεπλήρωσεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Ὁσιολογιώτατος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης (βλέπε καὶ τὴν σχετικὴν ὑποσημείωσιν τῆς σελ. 227).
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ΜΑΡΙΑΜΝΗΣ, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΘΕΟΣΤΗΡΙΚΤΟΥ.
Θεοστήρικτος τὸν Θεὸν πήξας βάσιν,
Ὄντως θεοστήρικτος ἔργοις ὡράθη.
Βλέπε ἑτέραν μνήμην τοῦ Ὁσίου Θεοστηρίκτου ἐν τῇ ι’ (10ῃ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὴν εὕρεσιν τῶν λειψάνων τοῦ Ἁγίου Μάρτυρος ΜΗΝΑ τοῦ Καλλικελάδου.
Τὴν γῆν ὀρύξας, ὡς δικέλλῃ τῷ λόγῳ
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ λήξει γενομένων βασιλέων ΜΑΡΚΙΑΝΟΥ καὶ ΠΟΥΛΧΕΡΙΑΣ· τελεῖται δὲ ἡ Σύναξις αὐτῶν ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.
Τὸν Μαρκιανόν, Πουλχερίαν συνάμα
Ἄζυγας εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.
Ἐλλείψει Συναξαρίου τῶν μακαρίων βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας ἐν ἅπασι τοῖς παλαιοτέροις Συναξαρισταῖς, παραθέτομεν ἤδη τὸ πρῶτον τοιοῦτον ἐνταῦθα, συντεθὲν βάσει τῶν ἐπισήμων ἱστορικῶν στοιχείων.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΥΞΙΒΙΟΥ Ἐπισκόπου Σόλων τῆς Κύπρου.
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα ληξίβιον ἐξ ἐναντίου.
Ὁ ἐνταῦθα καταχωριζόμενος Βίος αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Λειμωναρίου», παρατίθεται δὲ διεσκευασμένος κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Βυζαντίου, τοῦ ἐν Μυτιλήνῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος ͵αψϟε’ (1795) καὶ ἀγχόνῃ τελειωθέντος.
Ὕμνος νεάζων Θεοδώρῳ τῷ νέῳ
Χριστοῦ ἀθλητῇ ἐνδίκως ἁρμοστέος.
Βῇ δὲ ἐς Οὐλύμποιο δῶμα Θεόδωρος.
Τὸ Μαρτύριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Μαρτυρολογίου», παρατίθεται δὲ ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
ΕΠΙΣΤΡΟΦΗ