✥ Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΓΑΛΑΚΤΙΩΝΟΣ καὶ ΕΠΙΣΤΗΜΗΣ.
Ἀσυνδυάστους συζύγους κτείνει ξίφος,
Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, ΕΡΜΑ, ΠΑΤΡΟΒΑ, ΛΙΝΟΥ, ΓΑΪΟΥ καὶ ΦΙΛΟΛΟΓΟΥ.
Εἰς τὸν Ἑρμᾶν, Πατρόβαν καὶ Γάϊον·
Ἑρμᾶς, Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα
Ἀπόστολοι θνῄσκουσιν, οἷς Τριὰς φίλη.
Εἰς τὸν Λῖνον·
Καθεὶς Ἰησοῦς γνώσεως θείας Λίνον,
Ζωγρεῖ σε, Λίνε, καὶ μεθιστᾷ τοῦ βίου.
Εἰς τὸν Φιλόλογον·
Φιλόλογος φιλῶν σε τὸν Θεὸν Λόγον,
Πληροῖ λόγους σοὺς καὶ θανὼν σύνεστί σοι.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ,Ἁγίου Μάρτυρος ΔΟΜΝΙΝΟΥ καὶ τῶν σὺν αὐτῷ.
Ἀνασκοπῶν πῦρ τῆς γεέννης Δομνῖνος,
Τὸ τῇδε πῦρ ἔφριττεν οὔμεν οὖν ὅλως.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΤΙΜΟΘΕΟΣ, ΘΕΟΦΙΛΟΣ καὶ ΘΕΟΤΙΜΟΣ πυγμαῖς βαλλόμενοι τελειοῦνται.
Τὸν Τιμόθεον καὶ συναθλητὰς δύο,
Κτείνουσι πυγμαὶ καὶ Θεὸς τιμᾷ Λόγος.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΔΩΡΟΘΕΟΣ ὁ Πρεσβύτερος, θηρίοις ἐκδοθεὶς τελειοῦται.
Ὁ Δωρόθεος ἐκδοθεὶς τοῖς θηρίοις,
Δῶρον προσήχθη τῷ Θεῷ προσδεκτέον.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΕΥΨΥΧΙΟΣ καὶ ΚΑΡΤΕΡΙΟΣ τὰ αἰδοῖα τμηθέντες τελειοῦνται.
Αἰδοῖα Καρτέριος ἐκτετμημένος,
Σὺν Εὐψυχίῳ καρτεροψύχως φέρει.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΙΛΒΑΝΟΣ, εἰς μέταλλα βληθείς, τελειοῦται.
Ἐν τοῖς μετάλλοις Σιλβανὸς βεβλημένος,
Λείπει μέταλλα καὶ μεταλλάττει βίον.
✥ Ὁ Ἅγιος Μάρτυς ΠΑΜΦΙΛΟΣ, ξεσθεὶς καὶ φυλακισθείς, τελειοῦται.
Φρουρᾷ δαμασθεὶς καὶ πρὸ τῆς φρουρᾶς ζέσει,
Διπλοῦν λάβοι Πάμφιλος εἰκότως στέφος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ Πάπα Ἀλεξανδρείας τοῦ Ὁμολογητοῦ.
Τὸ γρήγορον δὲ ὄμμα Ὀρθοδοξίας,
Πῶς ἀγέραστον ἐν λόγοις παραδράμω!
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΑΣΤΟΡΟΣ καὶ ΑΓΑΘΑΓΓΕΛΟΥ.
Εἰς τὸν Κάστορα·
Οὐκ εἰς μακράν σου τοῦ πυρός, Κάστορ, λύσις.
Τί τοῦ λόγου δηλοῦντος; ἐγγὺς τὸ στέφος.
Εἰς τὸν Ἀγαθάγγελον·
Χριστάγγελός τις ψῆφος Ἀγαθαγγέλῳ
Ἡ τῆς τελευτῆς ψῆφος ἦν ἐκ τοῦ ξίφους.
✥ Μνήμη τοῦ ἑν Ἀγίοις Πατρὸς σμῶν ΙΩΝΑ Ἀρχιεπισκόπου Νοβογοροδίας τοῦ θαυματουργοῦ Ρώσου.