Ὀκτωβρίου Θ’ (9η)

Τῇ Θ’ (9ῃ), τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΙΑΚΩΒΟΥ τοῦ Ἀλφαίου.

Τὸν Σταυρὸν Ἰάκωβος αἴρων ἡδέως,
Ὡς ἔστι, Σῶτερ, ἄξιός σου δεικνύει.
Ἀμφ’ ἐνάτην Ἰάκωβος ἑνὶ σταυρῷ τετάνυστο.

Εἰς τὸν Ἀπόστολον τοῦτον ἐγκώμιον ἔπλεξε Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Χθὲς καὶ πρῴην ὁ μακαριώτατος τῶν Ἀποστόλων Θωμᾶς ἐδεξιώσατο ἡμᾶς φιλοφρόνως…» (σῴζεται ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου, τῇ τοῦ Διονυσίου καὶ τῇ τῶν Ἰβήρων, πρὸ τούτων δὲ ἐν τῇ Μεγίστῃ Λαύρᾳ).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΝΔΡΟΝΙΚΟΥ καὶ ΑΘΑΝΑΣΙΑΣ τῆς συμβίας αὐτοῦ.

Σύσκηνον Ἀνδρόνικος Ἀθανασίαν,
Κόσμῳ τ’ ἐν ἀσκήσει τε κἂν πόλῳ ἔχει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ὁσία ΠΟΠΛΙΑ, ἡ Ὁμολογήτρια, ἐν εἰρήνῃ τελειοῦται.

Ρυσθεῖσα κόσμου τῆς πλάνης ἡ Ποπλία,
Πόλου πρόσεισι φωλεοῖς ὡς στρουθίον.

Περὶ ταύτης τῆς Ποπλίας γράφει ὁ Κύρου Θεοδώρητος (βιβλ. γʹ, κεφ. ιζʹ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας) ἀπὸ τοῦ ὁποίου ἠρανίσθη καὶ τὸ Συναξάριον τοῦτο ὁ Μαυρίκιος ὁ τῆς Μεγάλης Ἐκκλησίας Διάκονος, ὁ περισυνάξας τὰ Συναξάρια καὶ καταρτίσας τὸν Συναξαριστήν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΠΕΤΡΟΣ ὁ ἀπὸ στρατιωτῶν ἐν εἰρήνῃ τελειοῦται.

Εἰς ὕψος ἀρθεὶς ἀρετῶν θεῖος Πέτρος,
Τὸν χοῦν ἀπεκδὺς ὕψος οὐρανοῦ φθάνει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Δικαίων ΑΒΡΑΑΜ καὶ ΛΩΤ τοῦ ἀνεψιοῦ αύτοῦ.

Εἰς τὸν Ἀβραάμ·

Τὶς οἶκός ἐστι, Ἀβραὰμ τεθνηκότος,
Οὗ κόλπος ἄλλοις οἶκος ὡς τῷ Λαζάρῳ .

Εἰς τὸν Λώτ·

Ὑπῆρξε τῷ Λὼτ οὐρανὸς Σηγὼρ νέα,
Εἰς ὃν φθάσας πέφευγεν ὡς πῦρ τὸν βίον.

   

ΕΠΙΣΤΡΟΦΗ