Νοεμβρίου Η’ (8η)

Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τῶν Ἀρχιστρατήγων ΜΙΧΑΗΛ καὶ ΓΑΒΡΙΗΛ καὶ τῶν λοιπῶν Ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.

Εἰς τὸν Ἀρχάγγελον Μιχαήλ·

Ἐβουλόμην σοι Μιχαὴλ ᾆσμα πρέπον
Ἆσαι πρεπόντως, ἀλλ’ ἄϋλον οὐκ ἔχω.

Εἰς τὸν Ἀρχάγγελον Γαβριήλ·

Ὁρῶν Γαβριὴλ Ἄγγελον χαρᾶς μέγαν,
Σὲ μάλα χαίρω καὶ πτεροῦμαι σῷ πόθῳ,
Ὀγδόῃ οὐρανίης κυδαίνει τάξιον Ἀρχούς.

Εἰς τὴν Σύναξιν τῶν Ἐννέα Ταγμάτων,
Χερουβὶμ καὶ Σεραφίμ, Θρόνων Κυριοτήτων, Δυνάμεων
καὶ Ἐξουσιῶν, Ἀρχῶν, Ἀρχαγέλων καὶ Ἀγγέλων.

Ἐπάξιον τι ταγμάτων ἐννέα,
Τίς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;

Σημείωσαι, ὅτι Μιχαὴλ μεθερμηνεύεται Δύναμις Θεοῦ ἢ Ἀρχιστράτηγος Δυνάμεως Κυρίου. Γαβριὴλ δὲ δηλοῖ Θεὸς καὶ ἄνθρωπος, κατὰ τὸν Πρόκλον Κωνσταντινουπόλεως· διὰ τοῦτο καὶ ὁ Ἀρχάγγελος Γαβριὴλ ὑπηρέτησεν ἐξαιρέτως εἰς τὸ μυστήριον τῆς ἐνσάρκου οἰκονομίας τοῦ Θεανθρώπου Λόγου. Εἰς τοὺς δύο Ἀρχαγγέλους τούτους ἐγκωμιαστικοὺς λόγους ἔχουν συγγράψει οἱ ἑξῆς: Μιχαὴλ ὁ Σύγκελλος Ἑλληνικοὺς δύο, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐστιν αὕτη· «Τὸν μὲν λόγον ἡ προθυμία κινεῖ», τοῦ δὲ ἑτέρου· «Τὸ στόμα μου ἤνοιξα» (σῴζονται ἐν τῷ ἱερῷ Κοινοβίῳ τοῦ Διονυσίου) καὶ ὁ Φιλαδελφείας Μακάριος ὁ Χρυσοκέφαλος. Ὁ Χρυσόστομος δύο λόγους ἔχει, τὸν ἕνα ἐπιγραφόμενον εἰς τοὺς Ἀσωμάτους, καὶ τὸν ἄλλον εἰς τοὺς Ἀγγέλους (σῴζονται ἐν τῇ Μονῇ τοῦ Παντοκράτορος). Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Μιχαὴλ ἐπαινῶν, τὸν Γαβριὴλ ἐπαινέσομαι» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων, ἐν τῇ τοῦ Διονυσίου καὶ ἐν τῇ τοῦ Βατοπαιδίου). Ὁ θεῖος Χρυσόστομος ἔχει λόγον καὶ εἰς τὰ Σεραφίμ, οὗ ἡ ἀρχή· «Μόλις ποτὲ τὸν κατὰ τὸν Ὀζίαν ἰσχύσαμεν» (σῴζεται ἐν τοῖς ἐκδεδομένοις).

Πρὸ τούτοις τέταρτον λόγον ἔχει ὁ Χρυσορρήμων εἰς τὴν Σύναξιν τῶν Ἀρχαγγέλων, οὗ ἡ ἀρχή· «Ἀγγέλους ἐγκωμιάζειν χρὴ» (σῴζεται ἐν τῷ τέλει τοῦ εʹ τόμου τῆς ἐν Ἐτόνῃ ἐκδόσεως). Παντολέων δὲ ὁ Διάκονος καὶ Χαρτοφύλαξ τῆς Μεγάλης Ἐκκλησίας διήγησιν συνέγραψε περὶ τῶν θαυμάτων τῶν Ἀρχαγγέλων, ἧς ἡ ἀρχή· «Πολλαὶ καὶ μεγάλαι καὶ ποικίλαι τῆς ἀσωμάτου καὶ μιεγαλοπρεποῦς» (σῴζεται ἐν τῇ Λαύρᾳ καὶ τῇ τῶν Ἰβήρων). Ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης λόγον ἁπλοῦν ἐφιλοπόνησεν εἰς αὐτοὺς καὶ οἴκους κατ’ ἀλφάβητον καὶ τρεῖς Κανόνας νέους ἀλλὰ καὶ τοὺς ὀκτωήχους Κανόνας, οὓς εἶχεν εἰς μόνον τὸν Μιχαὴλ ὁ Ἅγιος Ἰωσὴφ ὁ Ὑμνογράφος, διώρθωσεν ὁ Ὅσιος Νικόδημος ποιήσας αὐτοὺς κοινοὺς καὶ εἰς τοὺς δύο Ἀρχαγγέλους. Τούτου δὲ τοῦ πατρὸς ταῦτα καὶ ἄλλα τινὰ εὑρίσκονται εἰς κάλλος γεγραμμένα ἐν τῇ Ἱερᾷ Βασιλικῇ Μονῇ τοῦ Δοχειαρίου. Ὁ δὲ Ἅγιος Μάρκος ὁ Ἐφέσου ἐφιλοπόνησε γλαφυρὸν Κανόνα εἰς τὰ ἐννέα Τάγματα τῶν Ἀγγέλων, ὅστις εὑρίσκεται ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Παντοκράτορος χειρόγραφος. Λόγον ἐπίσης ἁπλοῦν εἰς τοὺς δύο τούτους Ἀρχαγγέλους περιλαμβάνοντα καὶ τὰ θαύματα αὐτῶν ἔχει καὶ ὁ πεζογράφος Δαμασκηνός τὸν ὁποῖον καὶ καταχωρίζομεν ἐνταῦθα διεσκευασμένον, μετὰ τὸ Συναξάριον τῶν Ἁγίων Ἀρχαγγέλων (σελ. 205).

ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ
ΘΑΥΜΑΤΑ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΘΑΥΜΑΤΑ ΒΥΖΑΝΤΙΝΩΝ ΧΡΟΝΩΝ
ΘΑΥΜΑΤΑ ΤΩΝ ΔΥΟ ΑΡΧΑΓΓΕΛΩΝ

   

ΕΠΙΣΤΡΟΦΗ