Αὐγούστου ΛΑ’ (31η)

✥ Τῇ ΛΑ’ (31ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ ἀνάμνησις τῆς ἐν τῇ ἁγίᾳ Σορῷ καταθέσεως τῆς ΤΙΜΙΑΣ ΖΩΝΗΣ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν ἔτει φλ’ (530), καὶ θαύματος γεγονότος εἰς τὴν βασίλισσαν Ζωήν, σύζυγον Λέοντος τοῦ σοφωτάτου βασιλέως, ἐν ἔτει ωπϛ’ (886).

Χρυσῆν κορωνίδ’ οἷα, σεμνὴ Παρθένε,
Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει.
Θέντο Σορῷ Ζώνην πρώτῃ Πανάγνου τριακοστῇ.

ΣΗΜΕΙΩΣΙΣ
ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακαίνισις τοῦ Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τῷ Νεωρίῳ.

Νεωρίου ὁ οἶκος, Ἁγνή, σοῦ πέλει,
Ἄλλος Σιλωάμ, τὰς ἰάσεις ἐκχέων.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι ΤΕΣΣΑΡΕΣ ΜΑΡΤΥΡΕΣ οἱ ἐκ Πέργης τῆς Παμφυλίας, εἰς πῦρ ὑποστρωθὲν τρέχειν ἀναγκασθέντες, τελειοῦνται.

Στέφη λαβόντων τεσσάρων, ὧν πῦρ δρόμος,
Ἥττης δέχονται δαίμονες τὰ πεισία 
[1].

   

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΗΝΑ, ΦΑΥΣΤΟΥ, ΑΝΔΡΕΟΥ καὶ ΗΡΑΚΛΕΙΟΥ.

Ἱπποδρομοῦντας τέσσαρας Θεὸς βλέπει,
Σατὰν δὲ πίπτει καὶ κροτεῖ δῆμος Νόων.

   

Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΙΛΕΟΡΤΟΥ.

Φιλῶν ἑορτήν, Φιλέορτε, σοῦ τέλους,
Καὶ σὴν τελευτὴν τὴν ἀπὸ ξίφους γράφω.

   

Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΔΙΑΔΟΧΟΥ.

Δέχου με, Διάδοχε, τὸν μικρόν, μέγα
Ὑμνοῦντα μικροῖς τὴν τελευτήν σου λόγοις.

   

Αἱ Ἅγιαι ΕΠΤΑ ΠΑΡΘΕΝΟΙ αἱ Γαζαῖαι ξίφει τελειοῦνται.

Τιμῶσιν ἑπτὰ Παρθένοι τετμημέναι,
Τὸν ἑπτὰ τιμήσαντα κόσμον ἡμέραις.

   

Οἱ Ἅγιοι ΤΡΙΑΚΟΣΙΟΙ ΕΞΗΚΟΝΤΑ ΕΞ ΜΑΡΤΥΡΕΣ οἱ ἐκ Νικομηδείας ξίφει τελειοῦνται.

Χρόνον φέρει δίσεκτον ὁ τμηθεὶς ὄχλος,
Ὃν τῇ χρόνου δίδωμι συγγραφῇ πέρας.

   

ΕΠΙΣΤΡΟΦΗ

   

Ὑποσημειώσεις

[1] Ἤτοι ἐπείσθησαν οἱ δαίμονες θέλοντες καὶ μὴ θέλοντες, ὅτι ἐνικήθησαν, πεισίον δὲ λέγεται ἐνταῦθα, ἀντὶ πειθώ, ἐν δὲ τῷ Συναξαριστῇ τῆς τοῦ Διονυσίου Μονῆς γράφεται τὰ πυρεῖα.