✥ Τῇ ΙΔ’ (14ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΦΙΛΙΠΠΟΥ, ἑνὸς ἐκ τῶν ιβ’ (12) Ἀποστόλων (1).
Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.
Ἤρθης κἀκκεφαλῆς δεκάτῃ, Φίλιππε, τετάρτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ θαυματουργοῦ τοῦ καὶ Παλαμᾶ, τοῦ διαπρέψαντος ἐν ἔτει ͵ατμ’ (1340).
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Τὸν Βίον αὐτοῦ συγγραφέντα ὑπὸ τοῦ Κωνσταντινουπόλεως Φιλοθέου βλέπε κατὰ τὴν δευτέραν Κυριακὴν τῆς Μεγάλης Τεσσαρακοστῆς (καθ’ ἣν ἑορτάζεται ὁ Ἅγιος) ἐν τόμῳ ΙΓʹ «Συναξαριστῇ Τριῳδίου» τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας». Τούτου τὴν Ἀκολουθίαν συνεπλήρωσεν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΚΩΝΣΤΑΝΤΙΝΟΣ, ὁ ἐξ Ὕδρας μὲν βλαστήσας, ἐν δὲ τῇ Ρόδῳ μαρτυρήσας ἐν ἔτει ͵αω’ (1800), ἀγχόνῃ τελειοῦται.
Ὕδρᾳ ἀνύδρῳ νῦν ρέει ὕδωρ ξένον,
Τῶν ἰαμάτων ἐκ σοροῦ Κωνσταντίνου.
Βῆ δεκάτῃ τετάρτῃ νεόαθλος δῶμα θεῖον.
Τὸν ἐνταῦθα καταχωριζόμενον Βίον αὐτοῦ συνέγραψεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης· ὡσαύτως δὲ καὶ Ἀκολουθίαν ὁλόκληρον εἰς τὸν Ἅγιον Νεομάρτυρα Κωνσταντῖνον συνέθηκεν, ἥτις εὑρίσκεται εἰς τὸ «Νέον Λειμωνάριον». Ἐποίησε δὲ καὶ 24 Οἴκους εἰς αὐτὸν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ἐκδοθέντας ὑπὸ Σ. Σχοινᾶ ἐν Βόλῳ.