✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΑΡΠΟΥ, ΠΑΠΥΛΟΥ, ΑΓΑΘΟΔΩΡΟΥ καὶ ΑΓΑΘΟΝΙΚΗΣ.
Εἰς τὸν Κάρπον καὶ Πάπυλον·
Κάρπῳ Παπύλῳ τοῖς Θεοῦ καρποῖς δύω,
Παπυλεὼν (ἤτοι ἡ τέντα) τμηθεῖσιν ἠνοίγη πόλου.
Εἰς τὸν Ἀγαθόδωρον·
Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει,
Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων.
Εἰς τὴν Ἀγαθονίκην·
Οὐκ ἐμποδών σοι, Μάρτυς Ἀγαθονίκη,
Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος.
Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΛΩΡΕΝΤΙΟΥ.
Ὦ θάρσος οἷον Μάρτυρος Φλωρεντίου,
Πρὸς τὴν φλόγα τρέχοντος ὥσπερ πρὸς δρόσον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΔΙΟΣΚΟΡΟΣ ξίφει τελειοῦται.
Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία,
Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΝΙΚΗΤΑ Πατρικίου τοῦ Ὁμολογητοῦ.
Θλίψεις ὑποστὰς Εἰκόνων θείων χάριν,
Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ νόες.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΒΕΝΙΑΜΙΝ τοῦ Διακόνου, τοῦ ἐν Περσίᾳ ἀθλήσαντος.
Βενιαμίν, πρόβατον ὤν, ἀλλ’ οὐ λύκος,
Ἅρπαξι λύκοις θύεται, ἀλλ’ οὐ θύει.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΝΤΙΓΟΝΟΣ πυρὶ τελειοῦται.
Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου,
Τὴν ὧδε καῦσιν Ἀντίγονος προκρίνων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Νεομάρτυς ΧΡΥΣΗ, ἡ ἀθλήσασα ἔν τινι χωρίῳ τῆς ἐπαρχίας Μογλενῶν, τῷ καλουμένῳ Σλάτενα, κατὰ τὸ ͵αψϟε’ (1795) ἔτος, μεληδὸν κατακοπεῖσα, τελειοῦται.
Ἐν ταῖς βασάνοις χρυσὸς οἷον καμίνῳ
Χρυσῆ ἐδείχθης ἠγλαϊσμένη ὅλη.