✥ Τῇ Θ’ (9ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΑΓΚΡΑΤΙΟΥ Ἐπισκόπου Ταυρομενίας.
Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων.
Παγκρᾴτιος δ’ ἐνάτῃ δῶμ’ ἔδραμε, Παγκρατέοντος.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΑΝΔΡΕΑΣ καὶ ΠΡΟΒΟΣ πυρὶ τελειοῦνται.
Ἑστῶτες εἰς τὸ σκάμμα τοῦ πυρός, Λόγε,
Αὔραις ἀνεψύχοντο σαῖς ἄνδρες δύο.
✥ Μνήμη τῶν Ἐγκαινίων τοῦ σεβασμίου Ναοῦ τῆς Παναχράντου Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ, τοῦ ὄντος ἐν τῇ Πηγῇ.
Ναὸν σόν, πανάχραντε, τοῖς ἐγκαινίοις
Καθιεροῦμεν σῇ δόξῃ φωτοφόρῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν ΔΙΟΝΥΣΙΟΥ τοῦ ρήτορος καὶ ΜΗΤΡΟΦΑΝΟΥΣ, τῶν ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθῳ ἀσκητικῶς διαλαψάντων καὶ ἡ ἐν τῇ μικρᾷ Σκήτῃ τῆς Ἁγίας Ἄννης κειμένων.
Εἰς τὸν Ὅσιον Διονύσιον·
Τὴν τῶν Ὁσίων ζηλώσας πολιτείαν,
Διονύσιε, ἴσος αὐτοῖς ὡράθης.
Εἰς τὸν θεῖον Μητροφάνη·
Βίου μιμητὴς Διονυσίου ὤφθης
Τανῦν δέ, Μητρόφανες, σὺν τούτῳ χαίρεις.
Διονυσίοιο ἠδὲ Μητροφάνους ἄεθλ’ ἀείδω.
Ἐκεῖνο δὲ ὅπερ γράφεται ἐν τῷ λόγῳ (ἂν εἶναι δυνατὸν νὰ ὀνομασθῇ οὗτος λόγος) τῶν Ἁγιαννανιτῶν Ὁσίων Πατέρων, καὶ δὴ ἐν τῷ ἐλαχίστῳ καὶ ἀσυναρτήτῳ ὑπομνήματι, εἰς τοὺς Ὁσίους τούτους Διονύσιον καὶ Μητροφάνην, ὅτι δηλαδὴ οὗτοι ἦσαν πρὸ τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως ἐν τῇ Μονῇ τοῦ Στουδίου καὶ ὅτι μετὰ τὴν ἅλωσιν μετέβησαν καὶ ἡσύχασαν εἰς τὴν Σκήτην τῆς Ἁγίας Ἄννης, εἶναι προφανῶς λελανθασμένον, διότι ὁ γράψας ταῦτα δὲν ἠθέλησε φαίνεται νὰ σκεφθῇ ὀλίγον, ὅτι ἡ ἅλωσις τῆς Κωνσταντινουπόλεως ἐγένετο κατὰ τὸ ἔτος 1453, ὁ δὲ Ὅσιος Διονύσιος ἐκοιμήθη ἐν Κυρίῳ ἐν ἔτει 1606, καὶ ὅτι ἐν τῷ μεταξὺ συμποσοῦνται 153 ἔτη, ἀλλ’ ἔγραψεν ἁπλῶς καὶ ὡς ἔτυχεν ἀμάρτυρα καὶ ἀβασάνιστα πράγματα, δυνάμενα νὰ δημιουργήσουν πλεῖστα ὅσα ζητήματα.