✥ Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου.
Θεοῦ γιγνώσκειν ὀρθοδόξως Οὐσίαν,
Χριστιανοῖς λεγᾶτον [1] ἐκ Γρηγορίου.
Εἰκάδι Γρηγόριος ὁ θεορρήμων ἔκθανε πέμπτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΠΟΥΠΛΙΟΥ.
Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει,
καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμιβάνει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΜΑΡΗΣ ἐν εἰρήνῃ τελειοῦται.
Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης,
εἰς θεῖον ὕψος ἧκε θείας ἀγάπης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΑΠΟΛΛΩΣ ἐν εἰρήνῃ τελειοῦται.
Χρηστὸν βιώσας μέχρι καὶ τέλους βίον,
Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.
✥ Ἡ Ἁγία Μάρτυς ΜΕΔΟΥΛΗ μετὰ τῆς συνοδείας αὐτῆς πυρὶ τελειοῦται.
Σεπτὴ Μεδούλη τοῦ Θεοῦ δούλη Λόγου,
Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΚΑΣΤΙΝΟΥ
Ἐπισκόπου Βυζαντίου.
Τὸν πάντα χρηστὸν καὶ δίκαιον Καστῖνον,
Ἔδειξε Χριστὸς ἐξ ἀπίστου καὶ θύτην.
✥ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΔΗΜΗΤΡΙΟΥ τοῦ Σκευοφύλακος.
Τῶν γηΐνων οὐκ ἦν τῷ Δημητρίῳ
Ἤδη βλέποντι πρὸς μόνην ἀϋλίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΑΥΞΕΝΤΙΟΣ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει ͵αψκ’ (1780) ξίφει τελειοῦται.
Αὐξεντίῳ στέφανος ηὐξήθη μέγας
Εἰς οὐράνια διὰ τοῦ μαρτυρίου.
Ὑποσημειώσεις
[1] Σημείωσαι ὅτι κατὰ τὸ μδ’ (44) βιβλ. τῶν βασιλικῶν, τίτλῳ α’, ἡ λέξις λεγᾶτον σημαίνει δωρεὰν ἐνδιάθηκον, ἤτοι δωρεάν, τὴν ὁποίαν ἀφήνει τις διὰ διαθήκης. Λέγει λοιπὸν τὸ ἀνωτέρω δίστιχον, ὅτι τὸ νὰ γιγνώσκωσι πάντες οἱ Ὀρθόδοξοι μίαν οὐσίαν Θεοῦ (τρεῖς δὲ, ὑποστάσεις) ἐδόθη εἰς αὐτοὺς ὑπὸ τοῦ Ἁγίου Γρηγορίου ὡς λεγᾶτον, ἤτοι ὡς μία δωρεὰ καὶ ἐνδιάθηκος κληρονομία. Ὅθεν καὶ ὁ Θεολόγος οὗτος πρὸς διάκρισιν ὀνομάζεται Τριαδικὸς Θεολόγος, καθότι εἰς πάντα σχεδὸν λόγον του ἀναφέρει περὶ τῆς Ἁγίας Τριάδος καὶ περὶ τῆς μιᾶς αὐτῆς οὐσίας καὶ φύσεως. Φαίνεται δὲ ὅτι ἡ λέξις αὕτη παρελήφθη ἐκ τῆς λατινίδος γλώσσης.