✥ Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΜΙΧΑΗΛ Ἐπισκόπου Συννάδων.
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ
Λύῃ, Μιχαήλ, οἷα κούφη πομφόλυξ.
Εἰκάδι τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς [1].
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μυροφόρου ΜΑΡΙΑΣ, τῆς τοῦ Κλωπᾶ, ἐν εἰρήνῃ τελειωθείσης.
Ψυχὴν φέρει νῦν, οὐκ ἄρωμα Μαρία,
Ἀρωμάτων σοι, Σῶτερ, εὐωδεστέραν.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΑΛΩΝΑΣ ὁ Ρωμαῖος ξίφει τελειοῦται.
Σπονδὰς ἀπειθῶν προσφέρειν εἰδωλίοις,
Τέμνῃ, Σαλωνᾶ, καὶ Θεῷ σπονδὴ γίνῃ.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΕΛΕΥΚΟΣ πρισθεὶς τελειοῦται.
Φέρει Σέλευκος ἀστενακτὶ τὴν πρίσιν,
Καὶ τὸν πολυστένακτον ἐκλείπει βίον.
✥ Τῆς Ὁσίας ΕΥΦΡΟΣΥΝΗΣ Πόλοτας, Ἡγουμένης τοῦ Σωτῆρος καὶ τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τοῦ ἐν Ἁγίοις Πατρὸς ΛΕΟΝΤΙΟΥ Ἐπισκόπου Ροστοβίας, τοῦ Θαυματουργοῦ Ρώσου.
Ὑποσημειώσεις
[1] Εἰς τὸν Λαυρεωτικὸν Κώδικα Ιʹ 70 εὕρηται καὶ τὸ ἑξῆς δίστιχον: «Λιπὼν Μιχαὴλ ὁ Πρόεδρος Συννάδων τὴν γῆν, ἀνῆλθεν συνᾴδειν τοῖς Ἀγγέλοις».