✥ Τῇ ΙΕ’ (15ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ σεβασμία Μετάστασις τῆς Ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ.
Οὐ θαῦμα θνῄσκειν κοσμοσώτειραν Κόρην,
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
Ζῇ ἀεὶ Θεομήτωρ κἂν δεκάτῃ θάνε πέμπτῃ.
ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ Α’
ΛΟΓΟΣ Β’
ΛΟΓΟΣ Γ’
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς περὶ ἡμᾶς μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας τοῦ ΘΕΟΥ, ἣν ἐπεδείξατο, ἀποστρέψας μετ’ αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ ἀειπαρθένου ΜΑΡΙΑΣ.
Ὑπέρμαχος σὺ τῶν πολιτῶν ὡράθης,
Θραύουσα ἐχθροὺς Ἀγαρηνοὺς ἀθέους.
«Ρώμην εἰσορόων τὴν ὁπλοτέρην στονόεσσαν,
Τούς τε πάρος χρυσοῦς κειρομέναν πλοκάμους,
Ἆ Πόλις! ἆ σοι ἔφην! ἆ σοι Πόλις ἡ ποθ’ ἑλοῦσα,
Σκῆπτρά τε βασιλείης, στέμματα τ’ εὐσεβείης.
Νῦν δ’ ὑπ’ ἀτασθαλίης στυγερῆς, φεῦ! δεινὰ παθοῦσα,
Κεῖσ’ ἀκλεὴς κόσμον παντ’ ἀποσεισαμένα».