✥ Τῇ ΚΑ’ (21ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΑΞΙΜΟΥ τοῦ Ὁμολογητοῦ.
Ἄχειρ, ἄγλωττος, χεῖραν καὶ γλῶτταν φύεις,
καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν.
Τὸν Ἑλληνικὸν αὐτοῦ Βίον συνέγραψεν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή «Ἡρακλείου τῶν σκήπτρων τῆς Ρωμαϊκῆς» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ἐνταῦθα καταχωρεῖται διασκευασθεὶς κατὰ τὴν φράσιν ἐκ τοῦ «Νέου Παραδείσου». Ἐν ταῖς αὐταῖς Μοναῖς σῴζεται καὶ Ἑλληνικὸς πρὸς τὸν Ἅγιον τοῦτον Μάξιμον λόγος οὗ ἡ ἀρχή· «Καὶ πάντων μὲν τῶν κατὰ Θεὸν πολιτευσαμένων». Περὶ τοῦ Ἁγίου τούτου Μαξίμου βλέπε καὶ εἰς τὴν ιγ’ (13ην) Αὐγούστου, καθ’ ἣν ἑορτάζεται ἡ μετάθεσις τῶν τιμίων αὐτοῦ λειψάνων (ἡμέτερος «Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», Τόμος Η’). Ἐπίσης βλέπε καὶ κατὰ τὴν κ’ (20ὴν) Σεπτεμβρίου, καθ’ ἣν ὁ Ἅγιος οὗτος Μάξιμος ἑορτάζεται μετὰ τοῦ Ἁγίου Μαρτίνου καὶ μετὰ τῶν μαθητῶν του δύο Ἀναστασίων καὶ Θεοδώρου καὶ Εὐπρεπίου, (ἡμέτερος «Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», Τόμος Θ’)
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΝΕΟΦΥΤΟΥ.
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον, οἷόν περ θάλλος.
Τὸν Ἑλληνικὸν αὑτοῦ Βίον συνέγραψεν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Αἱ περιφανεῖς τῶν πόλεων» (σῴζεται ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται τὸ Μαρτύριον αὐτοῦ οὗ ἡ ἀρχή· «Οὐ πολλὰ μόνον, ἀλλά». Ἐκ τούτων ἀρυσθεὶς Ἀγάπιος ὁ Κρὴς συνέθεσεν εἰς τὴν ἁπλῆν τὸν Βίον καὶ τὸ Μαρτύριον τοῦ Ἁγίου τούτου, ὅπερ καὶ κατεχώρησεν εἰς τὸν ὑπ’ αὐτοῦ ἐκδοθέντσι «Νέον Παράδεισον», ἐξ οὗ παραλαβόντες ἡμεῖς καταχωρίζομεν τοῦτον ἐνταῦθα διασκευάσαντες κατὰ τὴν φράσιν. Τοῦ Ἁγίου τούτου Νεοφύτου εὑρίσκεται ᾀσματικὴ Ἀκολουθία τελεία ἐν χειρογράφοις σῳζομένη, εὑρίσκεται δὲ καὶ τετυπωμένη μετὰ ἀναπληρώσεως τῶν ἐλλειπόντων τῆς ἐν τοῖς Μηναίοις.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΖΩΣΙΜΟΣ Ἐπίσκοπος Συρακουσῶν ἐν εἰρήνῃ τελειοῦται.
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΕΥΓΕΝΙΟΣ, ΟΥΑΛΕΡΙΑΝΟΣ, ΚΑΝΔΙΔΟΣ καὶ ΑΚΥΛΑΣ οἱ ἐκ Τραπεζοῦντος, ξίφει τελειοῦνται.
Τὸν Εὐγένιον καὶ συνάθλους τρεῖς ἅμα,
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Ἐν ἄλλοις δὲ χειρογράφοις Συναξαρισταῖς γράφεται οὗτος Κανίδιος.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ τελεῖται ἡ Σύναξις τῆς Ἁγίας ΕΙΡΗΝΗΣ ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς τὴν θάλασσαν.
Εἰρήνην πρυτάνευσον, Μάρτυς Εἰρήνη,
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ Ναῷ σου.
Αὕτη ἴσως εἶναι ἡ οἰκοδομηθεῖσα ὑπὸ τοῦ Ἁγίου Μαρκιανοῦ, τοῦ οἰκονόμου τῆς Μεγάλης Ἐκκλησίας, καθότι αὐτὸς ἔκτισεν ἕνα Ναὸν τῆς Ἁγίας Εἰρήνης πρὸς τὴν θάλασσαν καὶ ὅρα ἐν τῷ Συναξαρίῳ ἐκείνου κατὰ τὴν 10ην τοῦ παρόντος. Καὶ εἰς ἄλλα δὲ μέρη τοῦ Συναξαριστοῦ ἀναφέρεται ἡ πρὸς τὴν θάλασσαν αὕτη Ἁγία Εἰρήνη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΓΝΗΣ.
Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαβὶδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Οἱ ἐν Τύρῳ Τέσσαρες ΜΑΡΤΥΡΕΣ ξίφει τελειοῦνται.
Στέρριον ἀθλητῶν τεσσάρων φωνὴ μία,
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους εὐθυμία.
✥ Ὁ Ὅσιος ΝΕΟΦΥΤΟΣ ὁ προσμονάριος τῆς τοῦ Βατοπαιδίου Μονῆς, ὁ καὶ τῆς φωνῆς τῆς Θεοτόκου ἀκούσας, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆσδε. Ὦ θαῦμα ξένον!
Βλέπε καὶ εἰς τὴν Κυριακὴν τῶν Ἁγιορειτῶν Πατέρων (ἡμέτερος «Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», Τόμος ΙΔ’).
ΕΠΙΣΤΡΟΦΗ