✥ Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου ΚΑΡΠΟΥ ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων.
Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ,
Φέρεις καθ’ ὥραν τὴν τελευτὴν ὡς τρύγην.
Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀπόστολος ΑΛΦΑΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Θεοῦ Λόγου τὸ θεῖον Ἀλφαίου στόμα,
Τάφος καλύπτει πικρὸν ἐκχανὼν στόμα.
✥ Ὁ Ἅγιος ΑΒΕΡΚΙΟΣ, ὁ τοῦ Ἀποστόλου Ἀλφαίου υἱός, ἐν μελισσῶνι γυμνὸς ἁπλωθεὶς καὶ ὑπὸ μελισσῶν κεντούμενος τελειοῦται.
Βρῶσις μελίσσαις Ἀβέρκιος προὐτέθη,
Ὧν βρῶσις ὤφθη Κυρίῳ τὸ κηρίον.
✥ Ἡ Ἁγία ΕΛΕΝΗ, ἡ ἀδελφὴ τοῦ Ἁγίου Ἀβερκίου, λιθοβοληθεῖσα τελειοῦται.
Σὸς κόσμος ἦσαν, Ἑλένη Μάρτυς, λίθοι,
Δι’ ὧν περ ὤφθης εὐπρεπὴς τῷ Νυμφίῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΑΛΕΞΑΝΔΡΟΥ τοῦ Θεσσαλονικέως, τοῦ ἐν σχήματι δερβίσου διατελέσαντος καὶ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος αψϟδ’ (1794), ξίφει τελειωθέντος.
Δὸς τὴν κεφαλήν, ὦ Ἀλέξανδρ’ εὐθύφρον,
Καὶ στέμμα λάβε χειρὸς ἐκ τοῦ Κυρίου.