✥ Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΒΑΣΙΛΕΩΣ Ἐπισκόπου Ἀμασείας.
Τμηθείς, Βασιλεῦ, βασιλεὺς Πόλου γίνῃ,
Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων.
Εἰκάδα ἀμφ’ ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη.
Τὸ Μαρτύριον αὐτοῦ, οὗ ἡ ἀρχή· «Οἱ τὸ ἐπίγειον κράτος λαχόντες» συνέγραψεν ἑλληνιστὶ ὁ Ἱερεὺς τῆς Νικομηδείας Ἰωάννης, εὕρηται δὲ τοῦτο ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, ἐξ οὗ παραληφθὲν ὑφ’ ἡμῶν παρατίθεται ἐνταῦθα μετηγμένον εἰς τὴν ἁπλῆν Ἑλληνικήν, ἵνα νοητὸν καθίσταται. Ἐγκώμιον εἰς τὸν Ἅγιον τοῦτον συνέθεσεν ὁ Ἀμασείας Ἀστέριος. Σῴζεται ἐπίσης ὕμνος πρὸς τιμὴν τοῦ Ἁγίου τούτου Ἐπισκόπου Ἀμασείας Βασιλέως γραφὲν πιθανῶς ὑπὸ Ρωμανοῦ τοῦ Μελῳδοῦ.
✥ Μνήμη τῆς Ἁγίας ΓΛΑΦΥΡΗΣ (ἢ Γλαφύρας) ἐν εἰρήνῃ τελειωθείσης.
Θεὸν Γλαφυρὴ ψυχικῶν δι’ ὀμμάτων,
Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει.
✥ Ἡ Ὁσία ΙΟΥΣΤΑ ἐν εἰρήνῃ τελειοῦται.
Τρόπον σελήνης πλησιφαοῦς, Ἰοῦσταν,
Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος.
✥ Ὁ Ὅσιος ΝΕΣΤΩΡ τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας ἐν εἰρήνῃ τελειοῦται.
Τοὺς οὐρανοὺς ἱδρῶσι, Νέστωρ, ἐπρίω,
Δι’ οὓς φύσιν τύραννον ἠρνήσω θέσει.
✥ Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΣΤΕΦΑΝΟΥ Ἐπισκόπου Περμίας Ρώσου.