✥ Τῇ Γ’ (3ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΥΑΚΙΝΘΟΥ τοῦ Κουβικουλαρίου.
Ἐμὴ τροφὴ θέλημα ποιεῖν Κυρίου,
Τροφὴ δέ, φησιν Ὑάκινθος, ἐρρέτω.
Οὐλομένῳ τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΑΝΑΤΟΛΙΟΥ Πατριάρχου Κωνσταντινουπόλεως.
Δύνας, Ἀνατόλιε, τοῦ βίου τέλει
Τῷ μὴ δύοντι προσπελάζεις ἡλίῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΕΟΔΟΤΟΥ, ΘΕΟΔΟΤΗΣ, ΔΟΛΙΝΔΟΥΧ καὶ τῶν σὺν αὐτοῖς ΔΙΟΜΗΔΟΥΣ, ΕΥΛΑΜΠΙΔΟΥ καὶ ΑΣΚΛΗΠΙΑΔΟΥ.
Εἰς τὸν Θεόδοτον καὶ Θεοδότην·
Τμηθεῖσι Θεοδότῳ καὶ Θεοδότῃ
Θεὸς θεῶν δίδωσιν ἄξια στέφη.
Εἰς τὸν Δολινδούχ· [1]
Ὑπὲρ Θεοῦ τείναντος ὡς δέρριν πόλον
Τείνει Δολινδοὺχ τὸν τένοντα τῷ ξίφει.
Εἰς τὸν Διομήδη·
Ἐκ σπονδύλων ἔσπεισεν αἷμα Κυρίῳ
Ἄσπονδος ἐχθρὸς δαιμόνων Διομήδης.
Εἰς τὸν Εὐλάμπιον·
Τί τὴν κεφαλήν, δήμιε κλῖνον λέγεις
Εὐλαμπίῳ κλίνοντι πᾶν σπάθῃ μέλος;
Εἰς τὸν Ἀσκληπιάδην·
Ἀσκληπιάδης τὴν θάλασσαν εἰσέδυ
Ζητῶν ἐφευρεῖν τὸν καλὸν μαργαρίτην.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, ΜΑΡΚΟΥ καὶ ΜΩΚΙΑΝΟΥ.
Ὑπέσχε Μᾶρκος ἐν τομῇ τὸν αὐχένα
Ὁδὸν χαράττων Μωκιανῷ τοῦ πάθους.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἄθλησις τοῦ Ἁγίου Ὁσιομάρτυρος ΓΕΡΑΣΙΜΟΥ τοῦ Νέου, τοῦ Καρπενησιώτου.
Ὡς εἰς γάμους ἔσπευδες πρὸς τὸ σφαγῆναι
Πρὸς τὴν μέλλουσαν ἀφορῶν δόξαν.
Βῆ δὲ τρίτῃ Γεράσιμος ἄστυ Θεοῖο.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ τῆς ἐπονομαζομένης ΓΑΛΑΚΤΟΤΡΟΦΟΥΣΗΣ.
Γάλα νοητὸν πηγάζει θεοκόμον
Γαλακτοτροφοῦσα ἡ θεία εἰκών Σου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΙΩΑΚΕΙΜ τοῦ Νέου.
Τὸν Ἰωακεὶμ Χριστὸς λαμπρῶς δοξάζει
Ὡς αὐτὸν δοξάσαντα ἤδη ἐν βίῳ,
Ἰωακεὶμ τριτάτῃ τελέουσι μνήμην ἱεράν.
✥ Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΦΙΛΙΠΠΟΥ Μητροπολίτου Μόσχας καὶ πάσης Ρωσίας τοῦ Θαυματουργοῦ, καὶ τοῦ Ὁσίου Ἀνατολίου τοῦ ἐν τῷ Σπηλαίῳ τῶν Ρώσων.
Ὑποσημειώσεις
[1] Ἐν ἄλλοις γράφεται Γολινδούχ.