Ὀκτωβρίου ΚϚ’ (26η)

Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου καὶ πανενδόξου Μεγαλομάρτυρος καὶ θαυματουργοῦ ΔΗΜΗΤΡΙΟΥ τοῦ Μυροβλύτου.

Δημήτριον νύττουσι λόγχαις, Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος.
Εἰκοστῇ μελίας Δημήτριον ἕκτῃ ἀνεῖλον.

Τὸ Μαρτύριον τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου συνέγραψεν Ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Εἶχε μὲν τὰ Ρωμαίων σκῆπτρα» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Σημείωσαι δὲ ὅτι ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἐφιλοπόνησεν ἓξ νέους Κανόνας ἑξαήχους εἰς τὸν Ἅγιον τοῦτον Δημήτριον, οἵτινες συναριθμηθέντες μὲ ἄλλους δύο παλαιοὺς εἰς πρῶτον καὶ δεύτερον ἦχον ὄντας, ἀπετέλεσαν ὡραίαν ὀκτώηχον εἰς τὸν Ἅγιον Δημήτριον. Ἐτυπώθη δὲ αὕτη εἰς τὸ τέλος τοῦ βιβλίου τοῦ καλουμένου «Θύρα Μετανοίας» τοῦ περὶ τῶν τεσσάρων ἐσχάτων διαλαμβάνοντος. Ἔχει δὲ καὶ ἐγκώμιον γλαφυρὸν εἰς τὴν αὐτοῦ Μαρτυρικὴν μεγαλειότητα ὁ θεῖος Γρηγόριος ὁ Θεσσαλονίκης ὁ Παλαμᾶς, οὗ ἡ ἀρχή· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός». Σημείωσαι, ὅτι τοὺς Αἵνους τοῦ Ἁγίου τούτου Δημητρίου συνέγραψεν ὁ Ἅγιος Θεόδωρος ὁ Στουδίτης ἢ μᾶλλον, ἀκριβέστερον εἰπεῖν, ὁ Ἅγιος Θεοφάνης ὁ Γραπτός· καὶ βλέπε εἰς τὰ Συναξάρια ἐκείνων κατὰ τὴν ἑνδεκάτην τοῦ Νοεμβρίου, ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας» καὶ εἰς τὴν ἑνδεκάτην τοῦ Ὀκτωβρίου, σελ. 251 τοῦ ἀνὰ χεῖρας τόμου. Ἐγκώμιον εἰς τὸν Μέγαν Δημήτριον ἔχει καὶ Μακάριος ὁ Κωφός· ἀλλὰ καὶ Λέων ὁ Σοφὸς ἔπλεξεν ἐγκώμιον Ἑλληνικὸν εἰς αὐτόν, σῳζόμενον ἐν τῇ Μονῇ τοῦ Παντοκράτορος, οὗ ἡ ἀρχή· «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ». Καὶ Ἰωάννης ὁ Χαρτοφύλαξ τῆς Θεσσαλονίκης λόγον ἔχει εἰς τὸ μύρον αὐτοῦ, οὗ ἡ ἀρχή· «Ὁ λόγος τῷ Μυρορρόᾳ» (σῴζεται ἐν τῇ Λαύρᾳ καὶ τῇ τοῦ Βατοπαιδίου καὶ Διονυσίου)· καὶ Φιλόθεος ὁ Πατριάρχης, οὗ ἡ ἀρχή· «Δημήτριος ἡμῖν τοῦ τε συλλόγου» (σῴζεται ἐν τῇ τῶν Ἰβήρων).

ΣΥΝΑΞΑΡΙΟΝ
ΜΑΡΤΥΡΙΟΝ

   

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀπὸ Θεσσαλονίκης εἰς τὴν ἐν Κωνσταντινουπόλει Μονὴν τοῦ Παντοκράτορος διὰ βασιλικοῦ προστάγματος γενομένης εἰσελεύσεως τῆς ἱερᾶς Εἰκόνος τοῦ περιωνύμου καὶ ἀηττήτου ΔΗΜΗΤΡΙΟΥ, ἤτοι, τῆς πρότερον ἐπικειμένης τῇ μυροβλήτῳ αὐτοῦ σορῷ.

Σῆς οὐκ ἀποστάς, εἰς βασίλειον Πόλιν,
Μάρτυς μετέστης διὰ τῆς σῆς Εἰκόνος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι Μάρτυρες ΑΡΤΕΜΙΔΩΡΟΣ καὶ ΒΑΣΙΛΕΙΟΣ ξίφει τελειοῦνται.

Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος,
Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος.

 

Ἡ Ἁγία Μάρτυς ΛΕΠΤΙΝΑ κατὰ γῆς συρομένη τελειοῦται.

Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων,
Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος.

 

Ὁ Ἅγιος Μάρτυς ΓΛΥΚΩΝ ξίφει τελειοῦται.

Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων
Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ μεγάλου σεισμοῦ.

Ἔσεισας, ἀλλ’ ἔστησας αὖθις γῆν, Λόγε,
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΙΩΑΣΑΦ ξίφει τελειοῦται.

Μίξας ἀσκήσει τὴν ἄθλησιν, παμμάκαρ,
Διπλοῦς στεφάνους λαμβάνεις, Ἰωάσαφ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ