✥ Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος ΕΙΡΗΝΗΣ.
Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,
Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.
Εἰρήνη τμηθεῖσα ἀνέγερτο καὶ θάνε πέμπτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΥΘΥΜΙΟΥ Ἐπισκόπου Μαδύτου τοῦ Θαυματουργοῦ.
Χριστὸν δοξάσας, Εὐθύμιε, τῷ βίῳ
Θαύμασι πολλοῖς ἀξίως ἐδοξάσθης.
Εὐθυμίοιο θεουδέος ἦτορ Θεῷ πέμπτῃ ἔστη.
Τοῦτο ἀποτελεῖ συνοπτικὴν περιγραφὴν ἀπὸ τὸ «Ἐγκώμιον εἰς τὸν Μέγαν Εὐθύμιον Ἐπίσκοπον Μαδύτου γραφὲν ἐξ αἰτήσεως τοῦ Ἀθηνῶν Ἱεροῦ Μελετίου προεδρεύοντος τότε τῆς Μαδύτων Ἐκκλησίας» ὑπὸ Γεωργίου τοῦ Κυπρίου τοῦ μετὰ ταῦτα Γρηγορίου Βʹ Πατριάρχου Κων/πόλεως (1283-1289), ὅπερ ἐδημοσιεύθη μετὰ ρωσικῆς μεταφράσεως ἐν Μόσχᾳ τῷ 1889 ὑπὸ τοῦ Ρώσου Ἀρχιμανδρίτου Ἀρσενίου ἐκ τοῦ ὑπ῾ ἀριθ. 363 χειρογράφου κώδικος τῆς αὐτόθι «Συνοδικῆς Βιβλιοθήκης». Τὸ αὐτὸ ἐπανεξεδόθη τὸ 1892 ἄνευ τῆς μεταφράσεως βελτιωμένον καὶ μετὰ εἰσαγωγικῶν παρατηρήσεων, ὑπὸ τοῦ Καθηγητοῦ τῆς Θεολογικῆς Σχολῆς Χάλκης Βασιλείου Ἀντωνιάδου. Δυστυχῶς λόγῳ τῆς ἐκτάσεώς του (ὑπὲρ τὰς τριάκοντα σελίδας) δὲν ἦτο δυνατὸν νὰ καταχωρισθῇ ἐνταῦθα ὁλόκληρον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῶν Ἁγίων Μαρτύρων ΝΕΟΦΥΤΟΥ, ΓΑΪΟΥ καὶ ΓΑΪΑΝΟΥ.
Τρεῖς Μάρτυρες θάνατον ἀνδρικωτάτως
Ὑπὲρ Τριάδος λαμβάνουσιν Ἁγίας.
✥ Τὰ Ἐγκαίνια τοῦ Ναοῦ τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Κύρου.