✥ Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν ΜΗΝΟΔΩΡΑΣ, ΜΗΤΡΟΔΩΡΑΣ καὶ ΝΥΜΦΟΔΩΡΑΣ.
Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα
Καὶ Νυμφοδώρα, δῶρα σαρκὸς αἰκίας.
Θεινόμεναι [1] δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ τρεῖς.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΒΑΡΥΨΑΒΑΣ ξύλῳ συντριβεὶς τελειοῦται.
Βαρυψαβᾶς δι’ αἷμα θεῖον Δεσπότου
Οἰκεῖον αἶμα συντριβεὶς ξύλοις χέει.
ΒΑΡΥΨΑΒΑΣ ὁ Ἅγιος Μάρτυς λαβὼν ἀπὸ ἕνα ἐρημίτην τὸ Τίμιον Αἷμα ὅπερ ἔρρευσεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ [2] ἐποίει δι’ αὐτοῦ πολλὰς ἰατρείας· διὰ τοῦτο καὶ ἀπὸ τοὺς ἀπίστους φονεύεται μὲ ξύλα κατὰ τὸν καιρὸν τῆς νυκτός ὁ δὲ τίμιος θησαυρὸς τοῦ Δεσποτικοῦ Αἵματος ἔμεινε πάλιν σῷος καὶ ἀκέραιος φυλαττόμενος ἀπὸ τὸν μαθητὴν τοῦ Ἁγίου.
✥ Ὁ Ἅγιος ΠΕΤΡΟΣ, ὁ Ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων πρόεδρος ὢν πρῴην, Πέτρε,
Ἁλιέων σύνεδρος ἐκθανὼν γίνῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΠΟΥΛΧΕΡΙΑ ἡ βασίλισσα ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως παρέστη ψαλμικῶς Πουλχερία
Ἐκ δεξιῶν σου βασίλισσα, Χριστέ μου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἀποστόλων ΑΠΕΛΛΟΥ, ΛΟΥΚΑ καὶ ΚΛΗΜΕΝΤΟΣ.
Λουκᾶς ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι σύνεισι τοῖς Ἀποστόλοις.
✥ Ἡ Ἁγία Μάρτυς ΙΑ ξίφει τελειοῦται.
Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ σοὶ προσήχθη, Σῶτερ, ὡς εὔπνουν ἴον.
Ὑποσημειώσεις
[1] Ἤτοι τυπτόμεναι καὶ παιδευόμεναι.
[2] Τινὲς λέγουσιν ὅτι τὸ Αἷμα, ὅπερ εἶχεν οὗτος ὁ Ἅγιος Βαρυψαβᾶς, δὲν ἦτο ἀμέσως ἐκεῖνο τὸ ἐκχυθὲν ἐκ τῆς πλευρᾶς τοῦ Σωτῆρος, ἐπειδὴ ἐκεῖνο συνανέστη τῷ ἀναστάντι σώματι τοῦ Κυρίου, κατὰ τὴν γνώμην τινῶν Θεολόγων, ἀλλ’ ἦτο ἀπὸ τὸ Αἷμα ἐκεῖνο, ὅπερ ἔρρευσεν ἀπὸ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Δεσπότου Χριστοῦ, τὴν ὁποίαν ἐκέντησαν εἰς τὴν πλευρὰν οἱ Ἰουδαῖοι· ἡ εἰκὼν αὕτη εὑρίσκετο εἰς τὴν Βηρυτόν, καθὼς τὸ θαῦμα τοῦτο ἱστορεῖ ὁ Μέγας Ἀθανάσιος. Ἓν τοιοῦτον γράφει καὶ ὁ Μελέτιος (σελ. 362 τοῦ Βʹ τόμου)· ὅτι δηλαδὴ ἐν ἔτει πκγʹ (923) ἐκομίσθη εἰς τὴν Αὐγίαν ὁ τιμαλφέστατος θησαυρὸς τοῦ Αἵματος τοῦ Κυρίου. Τὸ Αἷμα δὲ αὐτό, κατὰ τὸν Μαριανὸν Σκῶτον, εἶναι ἐκεῖνο, ὅπερ ἔρρευσεν ἀπὸ τὴν εἰκόνα τοῦ Χριστοῦ, καθ’ ὃν καιρὸν αὕτη ἐκεντήθη ἀπὸ τοὺς Ἰουδαίους ἐν Βέργῳ τῇ πόλει καὶ ἔπαθεν ἐκεῖνα τὰ ἴδια ὅσα ζῶν ὁ Κύριος ἔπαθεν ἀπὸ αὐτούς. Ὁ δὲ Δοσίθεος λέγει, ὅτι τὸ Αἷμα αὐτὸ ἦτο ἀπὸ τοῦ Αἵματος τοῦ βλύσαντος ἐκ τῆς ἁγίας εἰκόνος τῆς τρωθείσης παρὰ τοῦ Ἑβραίου ἐν Κωνσταντινουπόλει. Ὁ δὲ Εὐθύμιος ὁ Ζυγαβηνός, εἰς τὸν εἰκοστὸν ἕκτον τίτλον τῆς Πανοπλίας του, γράφων κατὰ Ἐθνικῶν, λέγει ὅτι οὐχὶ ἡ σκιὰ τοῦ Χριστοῦ, ἀλλ’ αὐτὸς ὁ Χριστὸς ἐσταυρώθη κατὰ σάρκα καὶ τοῦτο δηλοῖ τὸ ἐκρεῦσαν Αἷμα τοῦ Παναγίου Σώματος αὐτοῦ παρὰ Χριστιανοῖς φυλαττόμενον, βρύον ἰάσεις καὶ διὰ πολλῶν θαυμάτων μαρτυρούμενον ὅτι εἶναι τοῦ Χριστοῦ.
Λέγουσι δέ τινες, ὅτι εἰς τὸ ἐν Βενετίᾳ σκευοφυλάκιον τοῦ Ἁγίου Μάρκου εὑρέθη κιβώτιον μικρόν, ὅπερ ἔλαβον οἱ Λατῖνοι ἀπὸ Κωνσταντινουπόλεως, στίχον ἔχον ἔξωθεν λέγοντα, «Ἔχεις με Χριστὸν αἷμα σαρκός μου φέρον», ποιεῖ δὲ ἄπειρα θαύματα. Λέγει δὲ καὶ ὁ Ἰωσὴφ ὁ Βρυέννιος ἐν τῇ μελέτῃ τῇ περὶ τῶν Κυπρίων τόμῳ βʹ ὅτι καὶ ἡ Ἐσθὴς καὶ ἡ Ζώνη τῆς τῶν Ἀγγέλων Κυρίας, καὶ ὁ Χιτὼν ὁ ἄνωθεν ὑφαντὸς τοῦ Δεσπότου Χριστοῦ καὶ τὰ ἱμάτια Αὐτοῦ καὶ τὸ ἐκ τῆς πλευρᾶς ρεῦσαν Αἷμα, ἡ Λόγχη, οἱ Ἧλοι, ὁ Σπόγγος, ὁ Κάλαμος ἦσαν ἐν Κωνσταντινουπόλει. Ἴσως δὲ καὶ τὸ ἄνωθεν ἀναφερόμενον Αἷμα τοῦ Κυρίου νὰ ἦτο τὸ ρεῦσαν ἐκ τῶν ρηθεισῶν ἁγίων Εἰκόνων τοῦ Σωτῆρος, καὶ μάλιστα τῆς ἐν Βηρυτῷ, ἥτις μετεκομίσθη ὕστερον εἰς τὴν Κωνσταντινούπολιν ὑπὸ Ἰωάννου Τσιμισκῆ, καὶ περὶ τῆς ὁποίας γράφει πρὸς Θεόφιλον βασιλέα τὸν εἰκονομάχον ἡ ἐν Ἱεροσολύμοις Σύνοδος (βλ. σελ. 1153 τῆς Δωδεκαβίβλου).