Αὐγούστου ΙϚ’ (16η)

Τῇ ΙϚ’ (16ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΔΙΟΜΗΔΟΥΣ.

Ἤθλησε καὶ ζῶν καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Ἕκτῃ καὶ δεκάτῃ νέκυς ἐτμήθη Διομήδους.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Ὁ Ὅσιος ΧΑΙΡΗΜΩΝ ἐν εἰρήνῃ τελειοῦται.

Λήξει βίου σοῦ χαῖρε, Χαιρῆμον μάκαρ,
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.

Οὗτος ὁ Ὅσιος Χαιρήμων ἴσως εἶναι ὁ ἀναφερόμενος ἐν τῷ Λαυσαϊκῷ ὅστις, ἐνῷ καθήμενος εἰργάζετο, εὐθὺς ἐξέψυξεν. Εἰς δὲ τὸν Παράδεισον τῶν Πατέρων γράφεται περὶ τοῦ Χαιρήμονος τούτου, ὅτι τὸ σπήλαιον αὐτοῦ ἀπεῖχε μὲν τῆς Ἐκκλησίας μίλια τεσσαράκοντα, ἀπεῖχε δὲ τοῦ ὕδατος μίλια δώδεκα, καὶ μ’ ὅλον τοῦτο ἡσύχαζε, φέρων δύο ὑδρίας ὕδατος, τὴν μὲν τὴν μίαν ἡμέραν, τὴν δὲ τὴν ἄλλην.

 

Ὁ Ἅγιος Μάρτυς ΑΛΚΙΒΙΑΔΗΣ πυρὶ τελειοῦται.

Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει,
Μωσῆς ἂν εἶπε θεῖος, ὡσεὶ καλάμην.

 

Οἱ Ἅγιοι ΤΡΙΑΚΟΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ οἱ ἐκ Παλαιστίνης ξίφει τελειοῦνται.

Στερρὸς στρατός τε καὶ συνασπισμὸς μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων τρέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τὴν θεοφύλακτον Βασιλίδα ἀνακομισθείσης.

Ἐν σινδόνι ζῶν ἐξεμάξω τὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.

Εἰς τὸ κεράμιον·

Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον,
Φέρει κέραμος, παντοτεῦκτα Χριστέ μου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Ἡ ἐν τῷ Ναῷ τῆς ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ἐξάντλησις τοῦ ἁγιασμοῦ καὶ αὖθις ἀνάδοσις.

Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δὲ θαυματουργεῖ καὶ πάλιν.

 

✥ Τῇ αὐτῇ ἡμέρᾳ συνέφθασε καὶ ἡ μνήμη τῆς μετ’ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς πάλαι χρόνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ’ ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ πανοικτίρμων ΘΕΟΣ.

Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας
Τῇ σαλεύσει, Δέσποτα, γῆς θεμελίων.

 

✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΝΕΙΛΟΣ ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆ Μονῆς τοῦ Ἱερομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν εἰρήνῃ τελειοῦται.

Μονὴν ἱδρύσας Ὁδηγητρίας Νεῖλος
Λαμπρῶς πρὸς Μονὰς ὡδηγήθη τὰς ἄνω.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΝΙΚΟΔΗΜΟΣ, ὁ ἐκ Μετεώρων, ἐμαρτύρησε διὰ τὴ εὐσέβειαν ἐν ἔτει ͵αφνα’ (1551).

Τί δὲ σύ, Νικόδημε; εἰπὲ σὸν πάθος·
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΓΕΡΑΣΙΜΟΥ τοῦ νέου ἀσκητοῦ, τοῦ ἐν τῆ νήσῳ Κεφαλληνίᾳ.

Γέρα πρέπουσι Γερασίμῳ τῷ νέῳ
Τῷ τοῖς γέρασι παλαιῶν στεφθέντι.

Ὁ Ὅσιος Γεράσιμος ἐκοιμήθη τῇ 15ῃ Αὐγούστου τοῦ ἔτους 1579, ἀλλ’ ἐπειδὴ κατ’ αὐτὴν πανηγυρίζεται ἡ μνήμη τῆς σεβασμίας Κοιμήσεως τῆς Ὑπεραγίας Θεοτόκου ἐπιτελεῖται ἡ ἑορτὴ αὐτοῦ τῇ 20ῇ Ὀκτωβρίου, ὁπότε ἐγένετο ἡ ἀνακομιδὴ τοῦ θαυματοβρύτου αὐτοῦ λειψάνου. Κατὰ δὲ τὴν σήμερον ἀνεγράφη ἡ μνήμη τῆς κοιμήσεως αὐτοῦ, ἐν ᾗ καὶ τελεῖται ἐν τῇ Κεφαλληνίᾳ πάνδημος καὶ πανηγυρικὴ ἑορτή. Τὸν κατὰ πλάτος βίον τοῦ Ὁσίου βλέπε τῇ 20ῇ Ὀκτωβρίου ὅτε καὶ ἐπιτελεῖται ἡ μνήμη αὐτοῦ ἐν τόμῳ Ιʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΣΤΑΜΑΤΙΟΣ ὁ ἐκ Βόλου, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος ͵αχπ’ (1680), ξίφει τελειοῦται.

Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
Ἀεικίνητον δ’ εὗρε τὸν ἄνω δρόμον.

Τὸ Μαρτύριον τούτου συνέγραψεν Ἰωάννης ὁ Καρυοφύλλης παρελήφθη δὲ ἐκ τοῦ «Νέου Μαρτυρολογίου». Ἐνταῦθα παρατίθεται διεσκευασμένον κατὰ τὸ λεκτικόν. Τινὲς λέγουσιν ὅτι ὁ κάτωθι ἀναφερόμενος Ἅγιος Νεομάρτυς Ἀπόστολος καὶ οὗτος ὁ Ἅγιος Σταμάτιος εἶναι εἷς καὶ ὁ αὐτός, διότι τὸ «Νέον Μαρτυρολόγιον» μόνον τὸν ἕνα, τὸν Σταμάτιον, ἀναφέρει· πρόκειται ὅμως ἀσφαλῶς περὶ συγχύσεως τῶν δύο τούτων ἐκληφθέντων ἐν αὐτῷ ὡς ἓν καὶ τὸ αὐτὸ πρόσωπον· ὅμως ἐκ τῆς βιογραφίας των φαίνεται νὰ εἶναι δύο· διότι ὁ Ἅγιος οὗτος εἶναι ἐκ τοῦ χωρίου Ἅγιος Γεώργιος τοῦ Βόλου, ὁ δὲ ἐκ τοῦ χωρίου Ἅγιος Λαυρέντιος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος ΑΠΟΣΤΟΛΟΥ τοῦ Νέου, τοῦ ἐκ τῆς κωμοπόλεως Ἁγίου Λαυρεντίου ἕλκοντος τὴν καταγωγήν, ἐν Κωνσταντινουπόλει δὲ ἀθλήσαντος, ἐπὶ τῆς βασιλείας Σουλτὰν Μεχμὲτ τοῦ Δ’ ἐν ἔτει σωτηρίῳ 1686.

Ἀπῆρας ὄντως εἰς μονὰς τῶν ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν, μάκαρ.
Εἰς Οὔλυμπον ἄειραν ἄφαρ σὲ νέον φαέθοντα.

Εἰς τὸν Ἅγιον τοῦτον Ἀπόστολον Ἀκολουθίαν γλαφυρὰν μετὰ δύο Κανόνων, Παρακλητικοῦ τοιούτου καὶ 24 Οἴκων συνέθεσεν ὁ γνωστὸς Ὑμνογράφος Γεράσιμος Μικραγιαννανίτης, ἅτινα ἐξεδόθησαν ἐν Ἀθήναις, 1946.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖται ἐν Μεγάροις ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ΣΕΡΑΦΕΙΜ, ΔΩΡΟΘΕΟΥ, ΙΑΚΩΒΟΥ, ΔΗΜΗΤΡΙΟΥ, ΒΑΣΙΛΕΙΟΥ καὶ ΣΑΡΑΝΤΗ.

Ἐξ ἐγκάτων γῆς Μαρτύρων τὰ ὀστέα
Ἐν Μεγάροις ὤφθησαν πηγαὶ χαρίτων.

Τὸ Συναξάριον τοῦτο ἐλήφθη ἐκ παλαιοῦ χειρογράφου φυλαττομένου εἰς τὸν ἐν Μεγάροις Ἀττικῆς φερώνυμον Ναὸν τῶν Ἁγίων. Εἰς τοὺς νεοφανεῖς τούτους Ἁγίους Μάρτυρας Ἀκολουθίαν ἐποίησεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΤΙΜΟΘΕΟΣ Ἀρχιεπίσκοπος Εὐρίπου ὁ κτίτωρ τῆς Ἱερᾶς Μονῆς Πεντέλης ἐν εἰρήνῃ τελειοῦται.

Τιμήσας Τιμόθεος Θεὸν τοῖς ἔργοις,
Τιμῆς παρ’ αὐτοῦ ἠξίωται τῆς ἄνω.

Τὸ Συναξάριον αὐτοῦ παρελήφθη ἐκ τῆς Ἱερᾶς Μονῆς Πεντέλης. Ἡ Μονὴ αὕτη ἐκτίσθη ὑπὸ τοῦ Ἁγίου Τιμοθέου ἐν ἔτει 1578, τιμᾶται δὲ ἐπ’ ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου. Αὕτη εἰναι ἐκτισμένη ἐπὶ τῶν μεσημβρινῶν κλιτύων τοῦ ὄρους τῆς Πεντέλης ἐν δασώδει περιοχῇ. Ἡ Μονὴ αὕτη ἀπέκτησε μεγάλην περιουσίαν καθ’ ἅπασαν τὴν Ἀττικήν, συνεκέντρωσε πολλοὺς Μοναχοὺς καὶ ὑπῆρξεν ἐπὶ Τουρκοκρατίας ἓν τῶν σπουδαιοτέρων πνευματικῶν κέντρων τῶν Ἀθηνῶν. Κατὰ τὸν ΙΖʹ αἰῶνα ἠρίθμει περὶ τοὺς 100 Μοναχούς, ἀπέλαυε δὲ πολλῶν προνομίων ἀνακηρυχθεῖσα διὰ σιγγιλλίων τῶν Οἰκουμενικῶν Πατριαρχῶν σταυροπηγιακή. Οἱ Μοναχοὶ ἔζων κοινοβιακῶς καὶ ἐπεδίδοντο εἰς τὰ γράμματα. Εἶχε πλουσίαν βιβλιοθήκην, ἐλειτούργει δ’ ἐν αὐτῇ σχολῇ μέχρι τέλους τοῦ ΙΗʹ αἰῶνος. Ἐκ τῶν τελευταίων διδασκάλων αὐτῆς ὑπῆρξεν ὁ Νεόφυτος Μεταξᾶς, πρὸ τῆς ἐκλογῆς του εἰς τὴν ἐπισκοπὴν Ταλαντίου, ὕστερον δὲ Ἀττικῆς καὶ Ἀθηνῶν.

Εἰς τὸν Ἅγιον Τιμόθεον συνέταξεν Ἀκολουθίαν πλήρη μετὰ δύο Κανόνων καὶ 24 Οἴκων ὁ Ὑμνογράφος Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ