✥ Τῇ Δ’ (4ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΜΗΤΡΟΦΑΝΟΥΣ Ἀρχιεπισκόπου Κων/πόλεως.
Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ,
Ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας.
Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βοτιάνειραν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν ΣΟΦΙΑΣ τῆς ἀσκητικῶς καὶ ὁσίως βιωσάσης.
Οὐκ ἐμποδών σοι κόσμος ὤφθη, Σοφία,
Πρὸς τὴν τελειότητα ἀρετῆς φθάσαι.
✥ Αἱ Ἅγιαι ΜΑΡΙΑ καὶ ΜΑΡΘΑ, αἱ ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται.
Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,
Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.
✥ Ὁ Ἅγιος Ὁσιομάρτυς ΙΩΑΝΝΗΣ Ἡγούμενος τῆς Μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ ἐν θαλάσσῃ ριφθείς, τελειοῦται.
Κἂν σάκκος ἕξῃ, κἂν βυθοῦ κρύψῃ τόπος,
Τὸν Ἰωάννην οὐρανοῦ λάβῃ τόπος.
✥ Ὁ Ὅσιος ΑΛΩΝΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Ψυχῶν γεωργὸν Ἁλώνιος ἡδύνει,
Ψυχῆς ἅλωνι θεὶς καλῶν θημωνίαν.