Αὐγούστου ΚϚ’ (26η)

Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΔΡΙΑΝΟΥ καὶ ΝΑΤΑΛΙΑΣ.

Εἰς τὸν Ἀδριανόν·.

Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας,
Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.

Εἰς τὴν Ναταλίαν·

Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ Πόλῳ
Ἀδριανοῦ σύσκηνος ἡ Ναταλία.
Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ.

Ἀδριανοῦ καὶ Ναταλίας τὰ ἅγια λείψανα εὑρίσκοντο ἐν Ἀργυρουπόλει, τῇ κειμένῃ πλησίον τῆς Κωνσταντινουπόλεως (βλέπε καὶ εἰς τὸ Συναξάριον τοῦ ἑτέρου Μάρτυρος Ἀδριανοῦ, κατὰ τὴν παροῦσαν εἰκοστὴν ἕκτην, σελ. 406 τοῦ ἀνὰ χεῖρας Τόμου).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Ἁγίων ΕΙΚΟΣΙΤΡΙΩΝ ΜΑΡΤΥΡΩΝ τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἀδριανῷ καὶ διὰ ξίφους τελειωθέντων.

Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΤΤΙΚΟΥ καὶ ΣΙΣΙΝΙΟΥ.

Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο,
Ξίφους δραμόντες στάδιον κουφοδρόμως.

 

Ὁ Ὅσιος ΙΒΙΣΤΙΩΝ ἐν εἰρήνῃ τελειοῦται.

Ρυφθεὶς ὑσσώπῳ δακρύων Ἰβιστίων,
Εὔθυμος εἰς ἄδακρυ χωρεῖ χωρίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη ἑτέρου Ἁγίου Μάρτυρος ΑΔΡΙΑΝΟΥ.

Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος,
Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΤΙΘΟΗΣ ἐν εἰρήνῃ τελειοῦται.

Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως,
Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.

Περὶ τοῦ Ὁσίου τούτου Τιθόη ἔλεγεν ὁ Ἀββᾶς Ματόης, ὅτι τόσον ἄμεμπτος ἦτο, ὥστε οὐδεὶς ἐλάμβανεν ἀφορμήν, ἵνα τὸν κατηγορήσῃ· ἐπειδὴ καθὼς ὁ καθαρὸς καὶ ἄδολος χρυσὸς ζυγίζεται μὲ τὴν στάθμην καὶ δὲν ἔχει οὐδὲν ἐλάττωμα, οὕτω καὶ ὁ Ἀββᾶς Τιθόης («Εὐερνετινός», ἡμετέρα ἔκδοσις, Βιβλ. Γʹ, Ὑπόθ. ΚΕʹ, κεφ. Δʹ, § 2). Περὶ τοῦ Ἀββᾶ Τιθόη τούτου γράφεται ἐν τῷ Παραδείσῳ τῶν Πατέρων, ὅτι ἦτο φίλος ἄκρος τῆς ἡσυχίας.

Ὅθεν καθήμενος ποτὲ εἰς τὸ Κλύσμα, ὅπου καὶ ἄλλοι ἐκάθηντο, νομίζων ὅτι εὑρίσκεται εἰς τὴν ἡσυχίαν, λέγει εἰς τὸν μαθητήν του· «Ἀπόλυσον τὸ νερὸν εἰς τοὺς φοίνικας, τέκνον». Ὁ δὲ μαθητής του λέγει· «Εἰς τὸ Κλύσμα ἐσμέν, ἀββᾶ». Λέγει ὁ Γέρων· «Εἰς τὸ Κλύσμα τί ποιῶ; ἆρόν με πάλιν εἰς τὸ ὄρος». Οὗτος ὁ ἀββᾶς Τιθόης εἶπε καὶ τὸ ἀξιομνημόνευτον τοῦτο ἀπόφθεγμα· «Ξενιτεία ἐστὶ τὸ κρατῆσαι ἄνθρωπον τὸ ἑαυτοῦ στόμα ἐν ᾧ ἂν τόπῳ ἐστί». («Εὐεργετινός», ἡμετέρα ἔκδοσις, Βιβλ. Αʹ, Ὑπόθ. ΙΓʹ, § 9).

Ὅθεν ἐκ τῆς ἄκρας ἡσυχίας εἰς τοσαύτην τελειότητα ἔφθασεν ὁ ἀοίδιμος, ὥστε γράφεται ἐν τῷ Παραδείσῳ τῶν Πατέρων ὅτι, ὅτε προσηύχετο, ἐὰν δὲν ἐπρόφθανε νὰ καταβιβάσῃ τὰς χεῖράς του, ἡρπάζετο ὁ νοῦς του εἰς θείας ἁρπαγάς· ὅθεν ὅτε προσηύχετο μετ’ ἄλλων ἀδελφῶν ἐσπούδαζε νὰ καταβιβάζῃ ταχέως τὰς χεῖράς του, ἵνα μὴ ἀφαρπαγῇ ὁ νοῦς του καὶ ἀργοπορήσῃ εἰς τὴν προσευχήν, καὶ οὕτω γνωρισθῇ εἰς τοὺς ἄλλους ἡ ἀρετή του.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΙΩΑΣΑΦ, βασιλέως τῶν Ἰνδιῶν, υἱοῦ τοῦ βασιλέως Ἀβεννήρ.

Ζήλῳ τὰ Βασίλεια τοῦ παμβασιλέως,
Ὤκησεν υἱὸς γηΐνου βασιλέως.

Τὸν Βίον τοῦ Ὁσίου Ἰωάσαφ συνέγραψε πλατύτατον ἑλληνιστὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς οὗ ἡ ἀρχή· «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ». Τοῦτον περικόψας καὶ μεταφράσας εἰς τὴν ἁπλῆν Ἀγάπιος ὁ Κρὴς κατεχώρησεν εἰς τὸν ὑπ’ αὐτοῦ ἐκδοθέντα «Παράδεισον», ἐξ οὗ παραληφθεὶς ὑφ’ ἡμῶν καταχωρίζεται ἐνταῦθα διεσκευασμένος καὶ διωρθωμένος φραστικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ