Φεβρουαρίου Δ’ (4η)

Τῇ Δ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΙΣΙΔΩΡΟΥ τοῦ Πηλουσιώτου.

Πηλουσιῶτα, χαῖρε, χαῖρε πολλά μοι.
Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.
Ἐν δ’ Ἰσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.

Τὴν Ἀκολουθίαν τοῦ Ὁσίου τούτου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου συνεπλήρωσεν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης. Σημείωσαι ὅτι πλεῖσται ὅσαι διδασκαλίαι τοῦ Ὁσίου τούτου Πατρὸς εὑρίσκονται ἐν τῷ «Εὐεργετινῷ» (ἡμετέρᾳ ἔκδοσις, τόμος Γ’ σελ. 647-652 καὶ ἀλλαχοῦ, ὅρα Εὑρετήριον «Εὐεργετινοῦ»).

ΣΥΝΑΞΑΡΙΟΝ

     

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΝΙΚΟΛΑΟΥ τοῦ Ὁμολογητοῦ τοῦ Στουδίτου.

Ἔδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ
καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.

ΣΥΝΑΞΑΡΙΟΝ

    

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΑΒΡΑΜΙΟΥ, Ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος.

Πῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου;
Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.

Τὰ ἀρχαῖα Ἄρβηλα, πόλις τῆς Ἀσσυρίας (Μεσοποταμίας), κειμένη περὶ τὰ 90 χ.λ.μ. νοτιανατολικῶς τῆς Μοσσούλης πλησίον τῶν Ἰρακινοπερσικῶν συνόρων, ἀνήκουσα νῦν εἰς τὸ Ἰράκ. Παρ’ αὐτὴν ὁ Μέγας Ἀλέξανδρος κατέφερε τὸ τελικὸν πλῆγμα κατὰ τοῦ Δαρείου τὴν 31ην Ὀκτωβρίου τοῦ 331 π.Χ. κατασυντρίψας αὐτόν. Κατὰ τοὺς Χριστιανικοὺς χρόνους ὑπῆρξεν ἕδρα Ἐπισκοπῆς ποτισθεῖσα δι’ ἀφθόνου μαρτυρικοῦ αἵματος κατὰ τὸν ἐπὶ Σαπὼρ φοβερὸν διωγμόν, καθ’ ὃν ἐμαρτύρησε καὶ ὁ Ἅγιος οὗτος Ἀβράμιος. Ὁ Ἀβράμιος εἶχε διαδεχθῆ εἰς τὸν θρόνον τῆς Ἀρβὴλ τὸν Ἐπίσκοπον Ἰωάννην, ὑποστάντα καὶ αὐτὸν μαρτυρικὸν τέλος κατὰ τὸ προηγούμενον ἔτος (332 ἢ ἀκριβέστερον 343) τοῦ ὁποίου ἡ μνήμη τελεῖται τὴν 1ην Νοεμβρίου (βλέπε περὶ τούτου ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Τὰ Ἄρβηλα καλοῦνται νῦν ὑπὸ τῶν Ἰρακινῶν Ἐρμπίλ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΙΩΑΝΝΗΣ ὁ ἐν Εἰρηνουπόλει, εἷς ὢν τῶν τριακοσίων δεκαοκτὼ Θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ ἐν εἰρήνῃ τελειοῦται.

Καὶ Ἰωάννης, Ὀρθοδοξίας χάριν,
τοὺς δυσσεβεῖς ἤλεγχε σὺν παρρησίᾳ.

Εἰρηνούπολις ἢ Εἰρηνόπολις· πόλις ἐπὶ Βυζαντινῶν μεσόγειος τῆς Τραχείας Κιλικίας κειμένη πρὸς τὸν Σάρον ποταμὸν καὶ τὰς ὑπωρείας τοῦ Κιλικίου Ταύρου, τιμημένη τὸ πάλαι μὲ θρόνον Ἐπισκόπου ὑπὸ τὸν Μητροπολίτην τῆς Ἀναζάρβου (περὶ τῆς Ἀναζάρβου βλέπε σχετικὴν ὑποσημείωσιν εἰς τὸν Βίον τῆς Ἁγίας Δομνίνης τῇ ιβ’ (12ῃ) τοῦ μηνὸς Ὀκτωβρίου ἐν τόμῳ Ι’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», ἀπέχουσα τῆς πρὸς Ἀναζάρβῳ Καισαρείας (τουρκιστὶ Ἀκ-Σεράϊ) περὶ τὰ 90 χ.λ.μ. πρὸς Δυσμάς. Ἡ αὐτὴ συναριθμεῖται ὑπὸ ἄλλων ὡς μία τῶν πόλεων τῆς ἐν Ἰσαυρίᾳ Δεκαπόλεως. Ἐκ ταύτης κατήγετο ὁ κατὰ τὴν 20ὴν Νοεμβρίου ἑορταζόμενος Ἅγιος Γρηγόριος ὁ Δεκαπολίτης (βλέπε περὶ τούτου ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

   

Ὁ Ὅσιος ΙΑΣΙΜΟΣ, ὁ Θαυματουργός, ἐν εἰρήνῃ τελειοῦται.

Ἀλλ’ Ἰασίμου καὶ μόνη κωφὴ κόνις,
Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.

   

Ὁ Ἅγιος Μάρτυς ΘΕΟΚΤΙΣΤΟΣ ξίφει τελειοῦται.

Θείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις,
Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.

   

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΙΩΣΗΦ ὁ Χαλεπλῆς, μαρτυρήσας ἐν ἔτει ͵αχπϛ’ (1686), ξίφει τελειοῦται.

Τέμνου, Ἰωσήφ, ἀνδρικῶς διὰ ξίφους,
Καὶ ἐκ Θεοῦ στέφανον ἄφθαρτον δέχου.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ