✥ Τῇ ΙΔ’ (14ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΥΡΣΟΥ, ΛΕΥΚΙΟΥ καὶ ΚΑΛΛΙΝΙΚΟΥ.
Εἰς τὸν Θύρσον.
Οὐ δενδρίνην σε, Θύρσε, θύραν ὁ πρίων,
Πρὸ τῆς τελευτῆς εὗρεν ὡς ρᾷστα πρίσαι.
Εἰς τὸν Λεύκιον·
Ὁ πνεῦμα λευκὸς Λεύκιος τμηθεὶς ξίφει,
Τὸ σῶμα βάπτει φοινικοῦν ἐξ αἱμάτων.
Εἰς τὸν Καλλίνικον·
Ὁ Καλλίνικος ἐκκοπεὶς τὸν αὐχένα,
Ὑπῆρξε Καλλίνικος ἐκ τῶν πραγμάτων.
Πρῖσιν ἀλύξας, Θύρσε, θάνες δεκάτῃ γε τετάρτῃ.
Τὸ ἀρχαῖον Ἑλληνικὸν τούτων Μαρτύριον σῴζεται ἐν διαφόροις κωδίκοις (βλ. «Bibliotheca Hagiographica Graeca», Bruxelles, 3η ἔκδ. 1957, τόμ. 3, σελ. 304). Ὁ Μεταφραστὴς Συμεών, βάσει τῶν ἐν λόγῳ κειμένων, συνέγραψε τὸ Μαρτύριον αὐτῶν, ἐν συνεχείᾳ δὲ τὸ τῶν Ἁγίων Μαρτύρων Φιλήμονος, Ἀπολλωνίου καὶ Ἀρριανοῦ καὶ τῶν μετὰ τούτου συναθλησάντων τεσσάρων Προτεκτόρων αὐτοῦ τῶν κατὰ τὴν σήμερον καὶ αὐτῶν ἑορταζομένων, ἔστι δὲ ἡ ἀρχὴ αὐτοῦ· «Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κοινωνίᾳ σαρκὸς» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ ἐν τῇ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Τύποις ἐξεδόθη ὑπὸ τοῦ Ἀββᾶ Migne ἐν τῇ Patrologia Graeca, τόμ. 116, στ. 508-560. Τοῦτο μετενεγκὼν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν Ἀγάπιος ὁ Κρὴς ἐξέδωκε τύποις μετ’ ἄλλων ἐν τῷ «Νέῳ Παραδείσῳ». Ἐκ τούτου παραλαβόντες ἡμεῖς καὶ δεόντως διασκευάσαντες τοῦτο γλωσσικῶς, τὸ μὲν Μαρτύριον τῶν Ἁγίων Μαρτύρων Θύρσου, Λευκίου καὶ Καλλινίκου καταχωρίζομεν ἐνταῦθα, ἀμέσως δὲ μετὰ τοῦτο καταχωρίζομεν κεχωρισμένως τὸ Μαρτύριον τῶν Ἁγίων Μαρτύρων Φιλήμονος, Ἀπολλωνίου καὶ Ἀρριανοῦ καὶ τῶν σὺν τῷ Ἁγίῳ Ἀρριανῷ ἀθλησάντων τεσσάρων Προτεκτόρων αὐτοῦ. Ἡ Σύναξις τῶν Ἁγίων τούτων Μαρτύρων τελεῖται εἰς τὰ Ἑλενιανά. Ὁ Ναὸς οὗτος ἦτο εἷς ἐκ τῶν ἀρχαιοτέρων Ναῶν τῆς Κωνσταντινουπόλεως, λέγει δὲ ὁ Σωζόμενος (Ἐκκλ. Ἱστ. θʹ 2), ὅτι οὖτος ἀνηγέρθη κατὰ τὸν Δʹ αἰῶνα, ὑπό τινος ἀξιωματούχου Φλαβίου Καισαρίου, καὶ ἐν αὐτῷ ἡ μνήμη τοῦ Ἁγίου Θύρσου ἐτελεῖτο τρὶς τοῦ ἔτους, ἤτοι τῇ κʹ (20ῇ) Ἰανουαρίου μετὰ Ἁγνῆς, τῇ ιζʹ (17ῃ) Αὐγούστου μετὰ Λευκίου, Κορωνάτου καὶ τῶν σὺν αὐτοῖς καὶ κατὰ τὴν σήμερον. Ἐκ τούτου ὁ Σωφρόνιος Εὐστρατιάδης ἐν «Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας» φρονεῖ ὅτι πρόκειται περὶ τῶν αὐτῶν Μαρτύρων τρὶς σημειωθέντων ἐν τοῖς Συναξαρίοις. Ὁ Ὅσιος Νικόδημος οὐδὲν τοιοῦτον λέγει.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΙΛΗΜΟΝΟΣ καὶ ΑΠΟΛΛΩΝΙΟΥ καὶ τοῦ Ἁγίου Μάρτυρος ΑΡΡΙΑΝΟΥ καὶ τῶν τεσσάρων Προτεκτόρων τῶν συναθλησάντων αὐτῷ.
Εἰς τὸν Φιλήμονα.
Ἔτερπεν αὐλοῖς πρὶν Φιλήμων τοὺς φίλους,
Τανῦν δὲ τμηθεὶς τέρπεται τέρψιν ξίφει.
Εἰς τὸν Ἀπολλώνιον·
Ἀπολλώνιον Υἱὸν Ὑψίστου θέσει,
Κτείνουσιν υἱοὶ τῆς ἀπωλείας ξίφει.
Εἰς τὸν Ἀρριανὸν·
Τὸν Ἀρριανὸν ἐργάται πονηρίας
Ἔργον θαλάσσης δεικνύουσιν ἀφρόνως.
Εἰς τοὺς Προτέκτορας·
Βάπτισμα πόντος τοῖς Προτέκτορσι ξένον,
Φοροῦσι σάκκους ὡς στολὰς ἐμφωτίους.
Τὰ περὶ τῆς συγγραφῆς τοῦ Μαρτυρίου αὐτῶν βλέπε ἐν τῇ ὑποσημειώσει τῆς σελίδος 383 τοῦ ἀνὰ χεῖρας τόμου.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ’ ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος.
Ἔσεισας, ἀλλ’ ἔστησας αὖθις γῆν, Λόγε·
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
ΕΠΙΣΤΡΟΦΗ