✥ Τῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΕΤΡΟΥ, ΔΙΟΝΥΣΙΟΥ, ΧΡΙΣΤΙΝΗΣ τῆς παρθένου, ΑΝΔΡΕΟΥ, ΠΑΥΛΟΥ, ΒΕΝΕΔΙΜΟΥ, ΠΑΥΛΙΝΟΥ καὶ ΗΡΑΚΛΕΙΟΥ.
Εἰς τὸν Πέτρον·
Βληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
Ζωῆς παρῆκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Εἰς τὸν Παῦλον, Διονύσιον καὶ Ἀνδρέαν·
Τρεῖς συντρίβουσι πίστεως στερροὺς λίθους,
Παῦλον, Διονύσιον, Ἀνδρέαν λίθοις.
Εἰς τὸν Ἡράκλειον·
Εἷς ἆθλος, Ἡράκλειε, σὸς πρὸς τὸ ξίφος,
Ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Εἰς τὸν Παυλῖνον καὶ Βενέδιμον·
Ὁρῶν με, Βενέδιμε, τὸν σὸν Παυλῖνον
Τμηθέντα συντμήθητι, φησὶ Παυλῖνος.
Εἰς τὴν Χριστῖναν·
Χριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
Αἵμασι τοῖς σοῖς, παρθενικὴ Χριστῖνα.
Ὀγδοὰς ἀθλοφόρων ἐκ γαίας εἰς πόλον ἤρθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὀκτὼ Παρθένων τῶν ἐν Ἀγκύρᾳ, ΤΕΚΟΥΣΗΣ, ΑΛΕΞΑΝΔΡΙΑΣ, ΚΛΑΥΔΙΑΣ, ΦΑΕΙΝΗΣ, ΕΥΦΡΑΣΙΑΣ, ΜΑΤΡΩΝΗΣ, ΙΟΥΛΙΑΣ, ΘΕΟΔΟΤΗΣ καὶ ΘΕΟΔΟΤΟΥ Μάρτυρος.
Λίμνῃ γυναικῶν ὀκτὰς ἐμβεβλημένη,
Χαίρει βίου ρέοντος ἐκβεβλημένη.
✥ Μνήμη τῆς ἁγίας Μάρτυρος ΕΥΦΡΑΣΙΑΣ τῆς ἐν τῷ βυθῷ τῆς θαλάσσης τελειωθείσης.
Εὐφρασίαν πεσοῦσαν εἰς βυθοῦ δίνας,
Εὔφρανε, Σῶτερ, σοῦ παράστασις θρόνου.
✥ Τὴ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΣΤΕΦΑΝΟΥ τοῦ Νέου Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐκ τοῦ διαρρέοντος ἐξέβη βίου
Στέφανος, οὗ στέφανος οὐ διαρρέει.
✥ Ὁ Ἅγιος Μάρτυς ΙΟΥΛΙΑΝΟΣ ἐν ἀκάνθαις βάτου συρόμενος τελειοῦται.
Ἰουλιανὸς ἆθλον εὗρε τὴν βάτον,
Τιμῶν Θεοῦ σάρκωσιν, ἧς τύπος βάτος.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΘΕΟΔΩΡΟΣ, Πάπας Ρώμης, ξεόμενος τελειοῦται.
Ἀνθρωποτρῶκται, δημίους λέγω, λύκοι,
Θεοδώρου τρώγουσι τὰς σάρκας ξέσει.
✥ Ἡ Ἁγία ΑΝΑΣΤΑΣΩ ἡ ἐν τοῖς Λευκαδίου ἐν εἰρήνῃ τελειοῦται.
Ἀναστασὼ ζῇ κἂν μύῃ κοινῷ νόμῳ
Ἀνάστασιν μένουσα κοινὴν τοῦ γένους.
✥ Μνήμη τοῦ Οσίου Πατρὸς ἡμῶν ΜΑΡΤΙΝΙΑΝΟΥ ἐν τοῖς Ἀρεοβίνθου.
Μαρτινιανὸς ἐξέδυ ἐκ τῶν κάτω
Καὶ εἰσέδυ νῦν εἰς τὰ τοῦ πόλου πλάτη.