Ἰουλίου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ καὶ ΠΑΡΜΕΝΑ.

Εἰς τὸν Πρόχορον·

Μίμημα ὁ Πρόχορος ἐπιστηθίου
Ὤφθη ἀληθῶς· εὖγε τῆς προθυμίας.

Εἰς τὸν Νικάνορα·

Τὸ δίκτυόν σου, Νικάνωρ, Θεοῦ Λόγῳ
Πολλοὺς ἀγρεῦσαν ἐῤῥύει τέλει βίου.

Εἰς τὸν Τίμωνα·

Τιμῶ σε, Τίμων, ὡς Ἀποστόλων ἕνα
Ὡς μαρτύρων τε τῶν κεκαυμένων ἕνα.

Εἰς τὸν Παρμενᾶν·

Ἔχει σε τύμβος, ἀλλὰ μέχρι σαρκίου·
Ψυχῇ γὰρ ἡ σή, Παρμενᾶ, μετ’ Ἀγγέλων.

Εἰς τοὺς τέσσαρας ὁμοῦ·

Τετρὰς μαθητῶν τοῦ Θεανθρώπου Λόγου,
Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.
Εἰκάδι ὀγδοάτῃ μυστῶν συνελήλυθε τετράς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΥΣΤΑΘΙΟΥ τοῦ ἐν Ἀγκύρᾳ.

Ρυσθεὶς ποταμοῦ, παμμάκαρ, παρ’ Ἀγγέλου
Ταῖς χερσὶ τοῦ σώσαντος ἐκπνεῖς Ἀγγέλου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΚΑΚΙΟΥ τοῦ νέου.

Τράχηλον Ἀκάκιος ἐκτμηθεὶς ξίφει,
Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ἡ Ἁγία Μάρτυς ΔΡΟΣΙΣ ἐν χώνῃ χρυσῇ βληθεῖσα τελειοῦται.

Χρυσοῦ Δροσὶς βληθεῖσα χωνευτηρίῳ
Οὐχ εὑρέθη κίβδηλος ἢ μικτὴ ρύπῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΕΙΡΗΝΗΣ τῆς ἐκ Καππαδοκίας μὲν ὁρμωμένης, ἀσκησάσης δὲ ἐν τῇ Μονῇ τοῦ Χρυσοβαλάντου.

Εἰρηνικῶς ἔζησας, Εἰρήνη, πάλαι,
Καὶ νῦν κατοικεῖς ἔνθα εἰρήνη βρύει.

Ὁ ἐνταῦθα καταχωριζόμενος κατὰ πλάτος Βίος αὐτῆς παρελήφθη ἐκ τῆς «Καλοκαιρινῆς» Ἀγαπίου τοῦ Κρητός εἰς ἣν εἶχε καταχωρηθεῖ ἁπλοποιημένος ἐκ τοῦ ἑλληνικοῦ. Παρ’ ἡμῶν διεσκευάσθη κατὰ τὸ λεκτικόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τὰ ἐγκαίνια τοῦ Ναοῦ τῆς ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Διακονίσσοις.

Καινισμὸν Ἁγνὴ τελοῦντες τοῦ Ναοῦ σου,
Σὴν ἐξαιτούμεθα θερμὴν προστασίαν.

 

Τῇ αὐτῇ ἡμέρα μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΠΑΥΛΟΥ τοῦ Ξηροποταμηνοῦ τοῦ κτίσαντος τὰς δύο Μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ Ἁγίου Παύλου, ἤτοι τὴν τοῦ Ἁγίου Γεωργίου, τοῦ ἀκμάσαντος ἐν ἔτει ωκ’ καὶ ἐν εἰρήνῃ τελειωθέντος.

Μονὰς ὁ Παῦλος ἱδρύσας κάτω δύο,
Μονὰς κατοικεῖ τὰς ἄνω μετ’ Ἀγγέλων.

Ὁ Βίος αὐτοῦ μετηνέχθη εἰς τὸ ἁπλοῦν ὑπὸ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου καὶ κατεχωρίσθη ὑπ’ αὐτοῦ εἰς τὸ «Νέον Ἐκλόγιον», ἐξ οὗ μεταφέρεται ἐνταῦθα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΧΡΙΣΤΟΔΟΥΛΟΥ, τοῦ ἐκ Κασσάνδρας, ἐν Θεσσαλονίκῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος ͵ανοζ’ (1777) Ἰουλίου 28η καὶ ἀγχόνῃ τελειωθέντος.

Ὁ Χριστόδουλος, Σταυρὸν αἴρων, ἀγχόνην
Στερρῶς ὑπῆλθε δοῦλος ὡς Χριστοῦ μέγας.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ