Ὀκτωβρίου ΙΗ’ (18η)

Tῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ ΛΟΥΚΑ.

Εἰς Ἐμμαοὺς βλέπειν σε κἄν πρὶν εἱργόμην,
Λουκᾶς λέγει, τρανῶς σε νῦν, Χριστέ, βλέπω,
Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε [1] Λουκᾶς.

Ὁ Βίος αὐτοῦ Ἑλληνιστὶ συγγεγραμμένος, οὗ ἡ ἀρχή· «Οἱ μὲν Ἅγιοι τοῦ Θεοῦ Μάρτυρες» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ). Ἐν δὲ τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις σῴζεται ὑπόμνημα εἰς τὸν Βίον αὐτοῦ, ὅπερ ἐστὶν αὐτὸς οὗτος ὁ Βίος αὐτοῦ συγγραφεὶς Ἑλληνιστὶ ὑπὸ τοῦ Μεταφραστοῦ Συμεών, οὗ ἡ ἀρχή· «Εἰ καὶ δικαίου μνήμη μετ’ ἐγκωμίων». Ὁ κατὰ πλάτος Βίος τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ, ληφθεὶς ἐκ τοῦ «Νέου Θησαυροῦ», παρατίθεται ἐνταῦθα μετὰ τὸ Συναξάριον αὐτοῦ (σελ. 377) διασκευασμένος κατὰ τὴν φράσιν. Ἐγκώμια δὲ εἰς τὸν Ἀπόστολον τοῦτον καὶ Εὐαγγελιστὴν ἔπλεξε Νικήτας ὁ ρήτωρ οὗ ἡ ἀρχή· «Ὦ λαμπρότης» (σῴζεται ἐν τῇ Λαύρᾳ, καὶ ταῖς τοῦ Βατοπαιδίου τῶν Ἰβήρων καὶ τοῦ Διονυσίου). Ἐν δὲ τῇ Λαύρᾳ σῴζεται καὶ ἄλλο ἐγκώμιον εἰς τὸν αὐτόν, οὗ ἡ ἀρχή· «Πράξεων και λόγων ἅμιλλαν ἐπὶ τῆς παρούσης πανηγύρεως».

ΣΥΝΑΞΑΡΙΟΝ
ΥΠΟΜΝΗΜΑ

  

Ὁ Ἅγιος Μάρτυς ΜΑΡΙΝΟΣ ὁ Γέρων ξίφει τελειοῦται.

Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμη νεάζων καὶ τελειοῦται ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΙΟΥΛΙΑΝΟΣ, ὁ ἐν τῷ Εὐφράτῃ ποταμῷ, ἐν εἰρήνῃ τελειοῦται.

Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.

Τούτου τοῦ Ὁσίου Ἰουλιανοῦ τὸν Βίον συνέγραψεν ὁ Θεοδώρητος ἐν ἀριθμῷ βʹ τῆς «Φιλοθέου Ἱστορίας». Λέγει δὲ ὁ Θεοδώρητος ἐκεῖ, ὅτι ὁ Ὅσιος οὗτος πρότερον μὲν ἔκτισε τὴν καλύβην του εἰς τὴν χώραν τὴν καλουμένην Ὀσροηνῶν, ἥτις πάλαι ὠνομάζετο Παρθυαίων, καὶ ὅτι οἱ ἐγχώριοι τιμῶντες τοῦτον τὸν Ὅσιον ἀπεκάλουν αὐτὸν Σάββαν, τὸ ὁποῖον Ἑλληνιστὶ δηλοῖ πρεσβύτην. Ἀξιόλογον δὲ εἶναι καὶ ἐκεῖνο τὸ ἄλλο, τὸ ὁποῖον εἶπεν ὁ Ὅσιος οὗτος, παρὰ τῷ Θεοδωρήτῳ εὑρισκόμενον. Παρακληθείς ποτε ὁ Ὅσιος ὑπὸ τῶν μαθητῶν του νὰ τοῦ κτίσουν μικρὸν κελλίον, ἐπείσθη καὶ ἔδωκε τὰ μέτρα αὐτοῦ· ἐπειδὴ δὲ ἐκεῖνοι ἐποίησαν αὐτὸ μεγάλον, τούτου ἕνεκα βλέπων αὐτὸ ὁ Ὅσιος εἶπεν· «Δέδοικα, ὦ ἄνδρες, μὴ τὰ ἐπὶ γῆς εὐρύνοντες καταγώγια, σμικρύνομεν τὰ ἐπουράνια· καίτοι ταῦτα μέν ἐστιν πρόσκαιρα, ἐκεῖνα δὲ αἰώνια, καὶ πέρας λαβεῖν οὐ δυνάμενα». Ἁρμόζει δὲ ὁ ἔλεγχος οὗτος καὶ εἰς ἡμᾶς τοὺς Μοναχοὺς τοῦ παρόντος αἰῶνος, διότι καὶ ἡμεῖς, μεγάλας ἐπὶ γῆς κτίζοντες τὰ προσκαίρους κατοικίας, σμικρύνομεν τὰς ἐν οὐρανοῖς αἰωνίους Μονάς. Περὶ τούτου τοῦ Ἰουλιανοῦ γράφει καὶ ὁ θεῖος Χρυσόστομος εἰς τὴν εἰκοστὴν πρώτην ὁμιλίαν, εἰς τὴν πρὸς Ἐφεσίους ἐπιστολὴν λέγων· «Ἲστε δήπου καὶ ἀκηκόατε, οἱ δὲ καὶ ἐθεωρήσατε τὸν ἄνδρα, ὃν μέλλω νῦν ἐρεῖν Ἰουλιανόν, λέγω, τὸν θαυμάσιον. Οὗτος ἦν ἀνὴρ ἄγροικος, ταπεινὸς καὶ ἐκ ταπεινῶν οὐδὲ ὅλως τῆς ἔξωθεν παιδείας ἔμπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληραμένος. Τούτου εἰς τὰς πόλεις ἐμβάλλοντος (σπανίως δὲ τοῦτο ἐγένετο), οὔτε ρητόρων, οὔτε σοφιστῶν, οὔτε ἄλλου τινὸς εἰσελαύνοντος, τοιαύτη τις ἐγίνετο συστροφή. Τὶ δὲ λέγω; οὐχὶ πάντων βασιλέων καὶ τὸ ὄνομα αὐτοῦ λαμπρότερον ᾄδεται ἔτι καὶ νῦν;» (Patrlologia Graeca, ἔκδ. Ἀββᾶ Migne, τόμ. 62, στ. 149-156, εἰδικῶς δὲ στ. 153).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι Τεσσαράκοντα ΠΑΙΔΕΣ ξίφει τελειοῦνται.

Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

 

Ὁ Ἅγιος ΜΝΑΣΩΝ Ἐπίσκοπος Κύπρου ξίφει τελειοῦται.

Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,
Πτῶσιν πρὸς τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Νεοφανῶν Μαρτύρων ΓΑΒΡΙΗΛ καὶ ΚΥΡΜΙΔΩΛΗ τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει ͵αφκβ’ (1522).

Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,
Ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων καὶ θαυματουργῶν Πατέρων ἡμῶν ΣΥΜΕΩΝ καὶ ΘΕΟΔΩΡΟΥ, καὶ τῆς Ὁσίας ΕΥΦΡΟΣΥΝΗΣ, τῶν τὴν ἁγίαν καὶ θεομητορικὴν Εἰκόνα εὑρόντων, καὶ τὴν τοῦ Μεγάλου Σπηλαίου Μονὴν συστησαμένων.

Συμεών, Θεόδωρος καὶ Εὐφροσύνη
Θεράποντες ὤφθησαν τῆς Θεοτόκου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Ἤτοι ἔτυχε.