✥ Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ τοῦ Μεγάλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.
Ἐγκώμια εἰς τὴν ἱερὰν κορυφὴν τοῦ Μεγάλου Ἀθανασίου ἔπλεξαν πολλοί, περὶ ὧν βλέπε ἐκτενῆ σχετικὴν ὑποσημείωσιν εἰς τὸν Βίον τοῦ Ἁγίου τῇ ιηʹ (18ῃ) Ἰανουαρίου, ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας». Ἀκολουθίαν δὲ εἰς αὐτόν, ποίημα Ἰωάννου Εὐχαΐτων, ἐξέδωκεν ὁ Καισάριος Δαπόντε ἐν «Πατερικὸν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Διαλόγου…», ἐν Βενετίᾳ τῷ 1780, εἰς δὲ τὴν Ἀνακομιδὴν τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου τούτου συνέθεσεν Ἀκολουθίαν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης. Ἐξεδόθη δὲ καὶ τύποις Ἀκολουθία εἰς τὴν Ἀνακομιδὴν τοῦ Λειψάνου αὐτοῦ ἐκ χειρογράφων τῆς Μονῆς τῶν Ἰβήρων, ἐν Ἀθήναις τῷ 1903.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, ΕΣΠΕΡΟΥ καὶ ΖΩΗΣ καὶ τῶν τέκνων αὐτῶν ΚΥΡΙΑΚΟΥ καὶ ΘΕΟΔΟΥΛΟΥ.
Εἰς τὸν Ἕσπερον καὶ τὴν Ζωήν·
Ζωῆς στερεῖ πῦρ Ἕσπερον, Ζωὴν ἅμα,
Ζωὴν ποθοῦντας τὴν ἀνέσπερον μόνην.
Εἰς τὸν Κυριακὸν καὶ Θεόδουλον·
Ζέοντας ἄρτους συγγόνους δέχου δύο,
Ἄρτι κλιβάνου, Σῶτερ, ἐκβεβλημένους.
✥ Ὁ Ὅσιος ΙΟΡΔΑΝΗΣ ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Κἂν εἰς μυχὸν γῆς ἐρρύης, Ἰορδάνη,
Ἐκχεῖς ἐκεῖθεν θαυμάτων Ἰορδάνην.