Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τῶν Πρωτοπλάστων ΑΔΑΜ καὶ ΕΥΑΣ.
Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω,
Βρώσει γλυκείᾳ συμπεσὼν πεπτωκόσι.
Ἐν σελ. 47 τοῦ ἰδίου ἔργου ὁ Θεοδώρου ὑποσημειοῖ καὶ τὰ ἑξῆς: «Ἡ ἡμέρα αὕτη εἶχεν ἐν τῇ ἀρχαίᾳ Ἐκκλησίᾳ ἰδιαιτέραν τινὰ σημασίαν· διότι τότε οἱ ἐκ τῶν μετανοούντων «προσκλαίοντες» ἢ «χειμαζόμενοι» ἐξεβάλλοντο τῶν ναῶν καὶ ἱστάμενοι πρὸ τῶν πυλῶν αὐτῶν ἐν ὑπαίθρῳ, παρεκάλουν τοὺς προσερχομένους μετὰ δακρύων, ὅπως δεηθῶσιν ὑπὲρ αὐτῶν ἐν τῷ ναῷ πρὸς τὸν Θεόν. Ὑπενθύμιζον οὗτοι τὸν ἐκβληθέντα ἐκ τοῦ Παραδείσου Ἀδὰμ (Χρυσοστόμου Παπαδοπούλου, Τριῴδιον, περιοδικὸν «Ἐφημέριος», 1954, τ. 3, σελ. 68). Τὸν Κανόνα τῆς Κυριακῆς τῆς Τυρινῆς ὅς ἐστι θρῆνος τοῦ Ἀδὰμ διὰ τὴν πτῶσιν αὑτοῦ, ἐποίησεν ὁ Χριστοφόρος Πρωτασηκρίτης.
Λόγος εἰς τὴν ἐξορίαν τοῦ Ἀδάμ, ἐκ τοῦ «Θησαυροῦ» Δαμασκηνοῦ τοῦ Στουδίτου Ὑποδιακόνου, τοῦ μετέπειτα γενομένου Ἐπισκόπου Λιτῆς καὶ Ρενδίνης καὶ εἶτα Ναυπάκτου καὶ Ἄρτης. Ἐνταῦθα παρατίθεται διεσκευασμένος κατὰ τὴν φράσιν.
Λόγος εἰς τὴν ΚΥΡΙΑΚΗΝ τῆς ΤΥΡΟΦΑΓΟΥ, Μακαρίου τοῦ Πατμίου Ἱεροδιδασκάλου, ληφθεὶς ἐκ τῆς «Εὐαγγελικῆς Σάλπιγγος». Ἐνταῦθα παρατίθεται ἐλαφρῶς διεσκευασμένος κατὰ τὴν φράσιν.
Διδασκαλία προτρεπτικὴ περὶ νηστείας, λεχθεῖσα παρὰ τοῦ ἐν Μοναχοῖς ἐλαχίστου ΔΑΜΑΣΚΗΝΟΥ τοῦ Ὑποδιακόνου καὶ Στουδίτου τῇ Κυριακῇ ἑσπέρας τῆς Τυροφάγου.