Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ δευτέρᾳ τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ τοῦ Θαυματουργοῦ Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ, διαπρέψαντος ἐν ἔτει ἀπὸ Χριστοῦ ͵ατμ’ (1340).
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Ὁμιλία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ, εἰς τὴν περικοπὴν τοῦ Ἱεροῦ Εὐαγγελίου περὶ τοῦ ἐν Καπερναοὺμ ἰαθέντος παρὰ τοῦ Κυρίου Παραλύτου, καὶ πρὸς τοὺς ἀκαίρως ὁμιλοῦντας ἀλλήλοις ἐν ταῖς ἱεραῖς συνάξεσιν.
Τὴν θαυμασίαν ταύτην ὁμιλίαν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Παλαμᾶ, τὴν ὁποίαν κατὰ τὴν πρώτην ἡμῶν ἔκδοσιν χάριν τῶν φιλολόγων κατεχωρίσαμεν αὐτουσίαν, ὡς ἔχει ἐν τῇ ἐκδόσει Migne (τόμ. 151, στ. 112-124), ἐνταῦθα παραθέτομεν μετηγμένην εἰς τὴν ἁπλῆν Ἑλληνικήν, χάριν τῶν πολλῶν· οὕτω δύναται ὁ βουλόμενος νὰ ἀναζητήσῃ τὴν ἣν προαιρεῖται.