✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ ἀνακομιδὴ τοῦ ἱεροῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΙΚΗΦΟΡΟΥ, Πατριάρχου Κωνσταντινουπόλεως.
Νίκης ἑορτὴν ἡ πόλις, Νικηφόρε,
Δοχὴν ἄγει σου Λειψάνου νικηφόρου.
Χοῦς τρισκαιδεκάτῃ Νικηφόρου ἄστυ ἐσήχθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΟΥΠΛΙΟΥ Ἐπισκόπου Ἀθηνῶν.
Στολὴν ἔβαψας αἱμάτων ρείθροις, μάκαρ,
καὶ λαμπρὸς ὤφθης νῦν Κυρίῳ ἢ πλέον.
ΠΟΥΠΛΙΟΣ ὁ Ἅγιος Ἱερομάρτυς, ὁ χρηματίσας Ἐπίσκοπος Ἀθηνῶν, ὑπέστη τὸν διὰ Μαρτυρίου θάνατον κατὰ τὸν δεύτερον ἀπὸ Χριστοῦ αἰῶνα, ὡς γράφει περι αὐτοῦ ὁ Ἐπίσκοπος Κορίνθου Διονύσιος ἐν τῇ πρὸς Ἀθηναίους ἐπιστολῇ, τὴν ὁποίαν ἀναφέρει ὁ Εὐσέβιος εἰς βιβλ. δ’ κεφ. κγ’ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας. Ἐχρημάτισε δὲ οὗτος ἐκ τῶν διαδόχων τοῦ Ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐπισκοπήσας ἔτη τινὰ μετ’ αὐτόν [1].
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΦΡΙΚΑΝΟΥ, ΠΟΥΠΛΙΟΥ καὶ ΤΕΡΕΝΤΙΟΥ, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ Παυλοπετρίῳ.
Συμμάρτυρας τρεῖς, ὧν διὰ ξίφους τέλος,
Ἴσα στεφάνοις τοῖς ἰάμβοις χρὴ στέφειν.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΒΙΒΟΣ ὁ ἐξ Ἑρμουπόλεως λίθῳ προσδεθεὶς καὶ ριφθεὶς ἐν ποταμῷ τελειοῦται.
Βληθεὶς Ἄβιβος εἰς ποταμὸν σὺν λίθῳ
Ἐκπλεῖ ποταμὸν συρφετώδη τοῦ βίου.
✥ Ἡ Ἁγία Μάρτυς ΧΡΙΣΤΙΝΑ ἡ ἐν Περσίᾳ μαστιζομένη τελειοῦται.
Μάστιξ τὸ τύπτον, σὰρξ τὸ πάσχον Χριστίνης
Χριστοῦ Χάριν χέουσα κρουνοὺς αἱμάτων.
Ὑποσημειώσεις
[1] Κατὰ τὸν ὡς ἄνω ἀναφερόμενον Διονύσιον τὸν Κορίνθου ὁ Ἅγιος οὗτος Πούπλιος, ὁ χρηματίσας Ἐπίσκοπος Ἀθηνῶν, ἐμαρτύρησε κατὰ τοὺς ἐπὶ Μάρκου τοῦ Αὐρηλίου (161-180) διωγμούς.