✥ Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΤΕΡΕΝΤΙΟΥ καὶ ΝΕΟΝΙΛΛΗΣ τῶν ὁμοζύγων, καὶ τῶν τέκνων αὐτῶν ΣΑΡΒΗΛΟΥ, ΝΙΤΑ, ΙΕΡΑΚΟΣ, ΘΕΟΔΟΥΛΟΥ, ΦΩΤΙΟΥ, ΒΗΛΗΣ καὶ ΕΥΝΙΚΗΣ .
Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων,
Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη.
Πλήρη Ἀκολουθίαν τῆς Ἁγίας Εὐνίκης, ἐκδοθεῖσαν, συνέταξεν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΣΤΕΦΑΝΟΥ τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.
Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
Ὃν πρακτικὴ χεὶρ ἀρετῆς οἶδε πλέκειν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἐξ Ἀφρικῆς Ἁγίων Μαρτύρων ΤΕΡΕΝΤΙΟΥ, ΑΦΡΙΚΑΝΟΥ, ΜΑΞΙΜΟΥ, ΠΟΜΠΗΪΟΥ καὶ ἑτέρων τριακονταέξ.
Εἰς τὸν Τερέντιον·
Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,
Ἔδειξε καινὸν καὶ τετμημένος τέρας.
Εἰς τὸν Ἀφρικανόν, Μάξιμον καὶ Πομπήϊον·
Κτείνουσι φαῦλοι προσκυνηταὶ δαιμόνων,
Τρεῖς προσκυνητὰς Τριάδος διὰ ξίφους.
Εἰς τοὺς τριακονταέξ·
Ἄνδρας συνάθλους ἓξ ὁμοῦ καὶ τρὶς δέκα,
Ὁμοῦ συναθλήσαντας ἔγνων ἐκ ξίφους.
✥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΦΙΡΜΙΛΙΑΝΟΥ Ἀρχιεπισκόπου Καισαρείας, καὶ ΜΕΛΧΙΩΝΟΣ Σοφιστοῦ Πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμοσατέα.
Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης φίλοι,
Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.
✥ Ἡ Ἁγία ΦΕΒΡΩΝΙΑ, ἡ θυγάτηρ Ἡρακλείου τοῦ βασιλέως, ἐν εἰρήνη τελειοῦται.
Τὴν Βασιλείαν οὐρανῶν, Φεβρωνία,
Τῆς πατρικῆς σου προκρίνεις ὡς ἀγχίνους.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΚΥΡΙΑΚΟΣ, ὁ φανερώσας τὸν Τίμιον Σταυρὸν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου καὶ Ἑλένης τῆς αὐτοῦ μητρός, κοντῷ βληθεὶς τελειοῦται.
Μῖξας ἐλαίῳ Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.
✥ Ἡ Ἁγία Μάρτυς ΑΝΝΑ, ἡ μήτηρ τοῦ Ἁγίου Κυριακοῦ, λαμπάσι φλεγομένη τελειοῦται.
Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσι,
Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμων ΑΘΑΝΑΣΙΟΥ Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος.
Ἀθανάσιε, τίς οὐ μὴ δοξάσει,
Ὃν Τριὰς αὐτὴ πανταχοῦ ἐδόξασεν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων τεσσάρων Νεομαρτύρων ΑΓΓΕΛΗ, ΜΑΝΟΥΗΛ, ΓΕΩΡΓΙΟΥ καὶ ΝΙΚΟΛΑΟΥ, τῶν ἐκ τῆς Λάμπης, καὶ ἐν Ρεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων.
Δὶς δύο Μάρτυρες ἐχθρὸν καθελόντες,
Εἰς οὐρανοὺς ἀνέδραμον τροπαιοῦχοι.
✥ Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΑΡΣΕΝΙΟΥ Ἀρχιεπισκόπου Σερβίας.